Type 3269
(formerly typ/1402)
Κόλαξ γενέσθαι πῶς δυνήσομαι φίλοις; | |
ἐλευθέρα γάρ γλῶσσα τοῖς ἐλευθέροις | |
λοιπόν με δέξαι τῆς ἀληθείας φίλον· | |
καὶ μή σε θωπεύοντα πρὸς χάριν λέγειν, | |
ἄλλη τίς ἐστι πείρα τοῖς λογογράφοις | |
ἐξ ὀργάνου πως τῆς τέχνης συγκειμένης, | |
ἐν ᾗ πόνων δεῖ καὶ χρόνων καὶ ῥητόρων, | |
πρὸς οὓς ἐπανθεῖ κάλλος ἐγγενὲς λόγων. | |
Ὁ δ’ αὐτόκλητος εἰς λογογράφους τρέχων | |
φύσιν λαχὼν πηδῶσαν εἰς ὃ καὶ τύχη, | |
τοὐναντίον σφάλλοιτο πίπτων ἀσκόπως | |
ἄμικτον εἶδος εἰς ἄμικτον μιγνύων | |
ἐν οἷς ἀκοινώνητος ἡ κοινωνία. | |
Ἔννοιαν οἷον σφοδρότητος ἐκφέρων | |
λέξει γλυκείᾳ καὶ πάλιν τουναντίον | |
καὶ συγχέων ἅπαν τε σῶμα τοῦ λόγου | |
τέρας τι ποιῶν· ῥίνα πηγνὺς ἀγκύλαις, | |
ὡς δὲ πρόσωπον δημιουργῶν ἀγκύλαις, | |
πτέρνας ἐν ὤμοις, ὦτα δ’ αὐτοῖς δακτύλοις | |
τοιοῦτος ἐστὶ δημιουργὸς εἰς λόγους, | |
ὁ τὴν φύσιν τρέχουσαν εἰς τούτους ἔχων | |
καὶ μὴ πρὸς οἰκείωσιν ὢν τῶν ῥητόρων, | |
τέρας γὰρ ἄλλο δημιουργῶν τοὺς λόγους, | |
γελωτοποιεῖ μᾶλλον ἢ δημιουργεῖ τοὺς λόγους. |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | Reference to content of the book |
Bibliography | |
Number of verses | 24 |
Occurrence(s) |
[19113] κόλαξ γενέσθαι πῶς δυνήσομαι φίλοις
[14th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Urb. gr. 152 [14th c.] (f. 1v) (24 verses) |
Acknowledgements |
Information on the type courtesy of Ioannis Vassis.
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 412: "Sine titulo" |
Permalink | https://www.dbbe.ugent.be/types/3269 |
Last modified: 2021-09-08.