Occurrence 19113
(formerly occ/2559)

κόλαξ γενέσθαι πῶς δυνήσομαι φίλοις·
ἐλευθέρα γάρ γλῶσσα τ(οῖς) | ἐλευθέροις·
λοιπόν με δέξαι τῆς ἀληθεί(ας) φίλον·
καὶ μή σε θωπεύοντα | πρὸς χάριν λέγ(ειν).
ἄλλη τίς (ἐστι) πείρα τοῖς λογογράφ(οις)·
ἐξ ὀργάνου πως τῆς | τέχνης συγκειμ(έν)(ης)·
ἐν ἦ πόνων δεῖ καὶ χρόνων (καὶ) ῥητόρων· |
πρὸς οὓς ἐπανθεῖ κάλλος ἐγγεν(ὲς) λόγων·
ὁ δ’ αὐτόκλητος εἰς λογογράφ(ους) τρέχ(ων), |
φύσιν λαχὼν πηδῶσ(αν) εἰς ὃ καὶ τύχη,
τοὐναντίον σφάλλοιτο πίπτ(ων) ἀσκόπ(ως). |
ἄμικτον εἶδος εἰς ἄμικτον μιγνύων·
ἐν οἷς ἀκοινώνητος ἡ κοινωνία· |
ἔννοι(αν) οἷον σφοδρότ(η)τ(ο)ς ἐκφέρων·
λέξει γλυκεία κ(αὶ) πάλιν τοὐναντίον· |
(καὶ) συγχέων ἅπαν τε σῶμα τοῦ λόγου.
τέρας τι ποιῶν· ῥίνα πηγνὺς ἀγκύλαις·
ὡς (δὲ) πρόσωπον δημιουργ(ῶν) ἀγκύλ(αις),
πτέρν(ας) ἐν ὤμοις ὦτα δ’ αὐτοῖς δακτύλ(οις)·
τοιοῦτος (ἐστὶ) δημιουργὸς εἰς λόγους,
ὁ τ(ὴν) φύσιν τρέχουσαν εἰς τούτους ἔχων, |
(καὶ) μὴ πρὸ(ς) οἰκείωσιν ὢν τῶν ῥητόρ(ων)·
τέρας γ(ὰρ) ἄλλο δημιουργ(ῶν) τ(οὺς) λόγους, |
γελωτοποιεῖ μᾶλλον ἢ δημιουργεῖ τοὺς λόγ(ους) +
Type(s) [3269] Κόλαξ γενέσθαι πῶς δυνήσομαι φίλοις (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Urb. gr. 152 [14th c.]
Place in Manuscript f. 1v
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Comment Stornajolo (1895: 293) offers a partial text.
Image source(s) https://digi.vatlib.it/view/MSS_Urb.gr.152/0003
Bibliography
Number of verses 24
Acknowledgements Information on the occurrence courtesy of Ioannis Vassis.

Permalink https://www.dbbe.ugent.be/occurrences/19113
Last modified: 2021-09-08.