Type 3177
(formerly typ/1320)
Παῦλος μὲν εἷς ἦν τοῖς ἁποστόλοις μόνος | |
καὶ Παῦλος εἷς πέφυκεν ἐν τοῖς ζωγράφοις· | |
λαλεῖ δ᾽ ἐκεῖνος μέχρι τοῦ νῦν ἐν λόγοις, | |
λαλεῖ πίναξιν οὕτως ἡ ζωγραφία. | |
Λαμπτὴρ ἐκεῖνος ἁπάσης οἰκουμένης, | |
οὗτος δὲ κόσμος ἁπάσαις ἐκκλησίαις· | |
εἰ καὶ θέλεις, γίνωσκε τούτων πατρίδας· | |
Ταρσεὺς ἐκεῖνος, οὗτος ἐξ Ὑδρουντίων. |
Last modified: 2019-08-13.