Type 31222

(...)
(...)αμὸν Τραπεζοῦντος πατρίδος
(...)
[Μ](...)
[Ε](...)
Γενους (...)
Ἂπὸ βρέφους στέρξαντας (...) διάγειν
[Λ](...)
[Ο](...)
[Μ](...) πεπλασμ(...) |
Ἀλλὰ θεὰ παίζουσα κατ' ἠλιβάτους
Ῥυσσὴ πονηρά, δυστροπεῖν εἰθισμένη
Τὸ βιβλίον δὲ τὸ πλανῶν κρεῖττον νόμου
Ὑπ' ἀγκάλαις σαῖς κρεῖττον ἀθλούντων ἔχοις·
Σκιᾶς ἀμυδρᾶς αἱ πλάκες γὰρ ἐμφάσεις
Εἰς καινὰ συνθήματα τῶν νῦν θαυμάτων
Ὑφ' ὧν ὁ Σατᾶν ἀφανῶς ὑπεκτρέχει
Γνόφος τὲ καὶ θύελλα πρὸς φῶς αἰθρίας
Εὐβουλίας σκέμματα τῶν ἔργων ἄνευ
Νυμφὼν δὲ τοῦτο τῆς πυρᾶς τοῦ φωσφόρου
Ἱεὶς καθαρὰς ἀκτῖνας ῥοδοχρόους
Εἰς κάλλος εὐχῆς μυστικῶν συνταγμάτων
Βασιλικὸν πρόσταγμα μαρτύρων θέσις
Ὅλην στίχα φέρουσα λαμπρῶν ἁγίων
Ἠχεῖον ἠχοῦν πνευματόπληστα μέλη
Θησαυρὸς ἀκένωτος ἐνθέων λόγων
Ἥρωσι κατάλογος υἱοῖς ἡμέρας
Σωτῆρσι κοινοῖς σύν γε σοὶ δεικνυμένοις.
Ὁ παρακληθεὶς εὐμενῶς μάρτυς πρόσου
Ναῷ τυπικὴν ἀποδοὺς εὐερμίαν
Τήρει δὲ σαυτῷ καὶ μονῇ τῇ σῇ τόδε
Ὧι πόλλ' ἐπιμόγησα σὴν σπεύσας χάριν
Σῷ καταθελχθεὶς ἐμπύρῳ μάκαρ πόθῳ
Ὧι πυρπολοῦμαι σοῦ πόρρω μεμνημένος
Δύστηνος, ἐξόριστος, οικῶν ἐν ξένῃ,
Οἰκτρῶς διαντλῶν τὸν πολύστονον βίον
Ὑποσχετικῶν ἐκτραπεὶς βουλευμάτων
Ληστῶν ἀραγμῷ συνδρομῇ μιαιφόνῳ
Ὡς μὴ θάνοιμι χερσὶ δαμεὶς τῶν φίλων
Συνεὶς πεσόντων ὡς λύκων Ἀρραβίας.
Ἐμοὶ γὰρ οὐδεὶς ἀσφαλὴς ὤφθη φίλος
Βασκανίας ἰλύϊ συμπεφυρμένων.
Ἀλλ', ὦ μοναστῶν ἡγιασμένη φάλαγξ,
Στερροὶ μαθηταὶ τοῦ θεοῦ καὶ δεσπότου
Τὸ βιβλίον δέξασθε τοῦ Προκοπίου
Ὡς πλάκας ἁπλῶς Σινᾶϊν κατηγμένας
Πρὸς σώφρονα νοῦν μυστικῆς μελῳδίας
Ἄριστα φυλάττοντες ὡς ἐχέφρονες.
Ναοῦ δ' ὁ συλῶν ληστρικῶς τὸ βιβλίον
Συλᾶν τι ἐξῇ, τὴν λέπραν γινωσκέτω
Ἐπάρατος ὢν εἰς τὸ νῦν ἅπαν γένος·
Βαρὺ γὰρ αὐτῷ καὶ σφοδρὸν τὸ φορτίον
Αἰωνίως μάρτυσι προστεθήσεται
Σταθέντι γυμνῷ καὶ τετραχηλισμένῳ.
Τῷ γοῦν μεταγράψοντι μάνδρ' ἔστω τόπος
Ὡς μὴ καταστῇ λυμεὼν ἐκγραφέως.
Ἔρρωσθε καὶ μέμνησθε κἀμοῦ τοῦ ξένου
Τηροῦντες ἡμῖν τὴν παλαιὰν φιλίαν
Ἀνίλεων νοῦν ἐκποδὼν ἀπωσμένοι,
Ἱλαρὸν ἐμβλέψαντες ἠδικημένῳ
Ῥήσει προσευχῶν καρδίας ἐξηγμένῃ
Εἰλικρινὲς βλέποιτε πρὸς τὸν δεσπότην
Ἴδοιτε τὰ μέλλοντα καθάπερ δέον
Αἴροισθε χερσὶν ἀγγέλων οὐρανίων
Ῥυσθέντες ἐχθρῶν δυσμενοῦς ὁμαιχμίας
Χαρᾶς τὲ πληρούμενοι τῆς αἰωνίου
Ἠρτημένοι πνεύμασι τοῖς ἑπταμέτροις
Πρόσου λιπαρῶ καὶ σέ, μάρτυς, τὴν χάριν
Ῥωννὺς ἀτεχνῶς τῆς ψυχῆς μου τὰς βάσεις.
Ὅρα με μὴ λίπῃς με τὸν σὸν οἰκέτην
Καὶ δωρεὰν οἴκτειρε καὶ φύλαττέ με,
Ὅ σοι χάρις πέφυκε καὶ χάριν δίδου
Παντὸς πονηροῦ τὴν ῥοπὴν ἀποτρέπων
Ἴρις γλυκεῖα τῆς ἐμῆς σωτηρίας
Ὡραιότης ἄρρητε τῶν συμμαρτύρων.
Ἀλλ' ἱκετεύοις τὸν θεὸν καὶ δεσπότην
Μὴ σχεῖν ἐφ' ἡμᾶς ἀποτουνῦν οἰκίαν,
Ἣ πνευστιᾶν πέπεικε τὸν σὸν οἰκέτην,
Νικητᾶ πλάνης δαιμόνων ἀλαστόρων.
Title(s) Epigramma dedicatorium
Text source R. Stefec, V. Fugger 2014, Das illuminierte Typikon des Eugenios-Klosters in Trapezunt, Jahrbuch der Österreichischen Byzantinistik (JÖB), 64, 41-65: 43-45
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Bibliography
Number of verses 92
Occurrence(s) [20385] NA [1346]
ATHOS - Mone Batopediou 1199 [1346] (f. 1r-3r)
(92 verses)
Acknowledgements Information on the type courtesy of Krystina Kubina.

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification
Permalink https://www.dbbe.ugent.be/types/31222
Last modified: 2022-03-15.