Occurrence 20385
(formerly occ/4047)
(...) | |
(...)αμὸν Τραπεζοῦντος πατρίδος | |
(...) | |
[Μ](...) | |
[Ε](...) | |
Γενους (...) | |
Ἂπὸ βρέφους στέρξαντας (...) διάγειν | |
[Λ](...) | |
[Ο](...) | |
[Μ](...) πεπλασμ(...) | | |
Ἀλλὰ θεὰ παίζουσα κατ' ἠλιβά[.]τεοις | |
Ῥυσσὴ πονηρά, δυστροπεῖν εἰθισμένη | |
Τὸ βιβλίον δὲ τὸ πλανῶν κρεῖττον νόμου | |
Ὑπ' ἀγκάλαις σαῖς κρεῖττον ἀθλούντων ἔχοις· | |
Σκιᾶς ἀμυδρᾶς αἱ πλάκες γὰρ ἐμφάσεις | |
Εἰς καινὰ συνθήματα τῶν νῦν θαυμάτων | |
Ὑφ' ὧν ὁ Σατᾶν ἀφανῶς ὑπεκτρέχει | |
Γνόφος τὲ καὶ θύελλα πρὸς φῶς αἰθρίας | |
Εὐβουλίας σκέμματα τῶν ἔργων ἄνευ | |
Νυμφὼν δὲ τοῦτο τῆς πυρᾶς τοῦ φωσφόρου | |
Ἱεὶς καθαρὰς ἀκτῖνας ῥοδοχρόους | |
Εἰς κάλλος εὐχῆς μυστικῶν συνταγμάτων | |
Βασιλικὸν πρόσταγμα μαρτύρων θέσις | |
Ὅλην στίχα φέρουσα λαμπρῶν ἁγίων | |
Ἠχεῖον ἠχοῦν πνευματόπληστα μέλη | |
Θησαυρὸς ἀκένωτος ἐνθέων λόγων | |
Ἥρωσι κατάλογος υἱοῖς ἡμέρας | |
Σωτῆρσι κοινοῖς σύν γε σοὶ δεικνυμένοις. | |
Ὁ παρακληθεὶς εὐμενῶς μάρτυς πρόσου | |
Ναῷ τυπικὴν ἀποδοὺς εὐερμίαν | |
Τήρει δὲ σαυτῷ καὶ μονῇ τῇ σῇ τόδε | |
Ὧι πόλλ' ἐπιμόγησα σὴν σπεύσας χάριν | | |
Σῷ καταθελχθεὶς ἐμπύρῳ μάκαρ πόθῳ | |
Ὧι πυρπολοῦμαι σοῦ πόρρω μεμνημένος | |
Δύστηνος, ἐξόριστος, οικῶν ἐν ξένῃ, | |
Οἰκτρῶς διαντλῶν τὸν πολύστονον βίον | |
Ὑποσχετικῶν ἐκτραπεὶς βουλευμάτων | |
Ληστῶν ἀραγμῷ συνδρομῇ μιαιφόνῳ | |
Ὡς μὴ θάνοιμι χερσὶ δαμεὶς τῶν φίλων | |
Συνεὶς πεσόντων ὡς λύκων Ἀρραβίας. | |
Ἐμοὶ γὰρ οὐδεὶς ἀσφαλὴς ὤφθη φίλος | |
Βασκανίας ἰλύϊ συμπεφυρμένων. | |
Ἀλλ', ὦ μοναστῶν ἡγιασμένη φάλαγξ, | |
Στερροὶ μαθηταὶ τοῦ θεοῦ καὶ δεσπότου | |
Τὸ βιβλίον δέξασθε τοῦ Προκοπίου | |
Ὡς πλάκας ἁπλῶς σϊναϊν κατηγμένας | |
Πρὸς σώφρονα νοῦν μυστικῆς μελῳδίας | |
Ἄριστα φυλάττοντες ὡς ἐχέφρονες. | |
Ναοῦ δ' ὁ συλῶν ληστρικῶς τὸ βιβλίον | |
Συλᾶν τι ἐξῇ, τὴν λέπραν γινωσκέτω | |
Ἐπάρατος ὢν εἰς τὸ νῦν ἅπαν γένος· | |
Βαρὺ γὰρ αὐτῷ καὶ σφοδρὸν τὸ φορτίον | |
Αἰωνίως μάρτυσι προστεθήσεται | |
Σταθέντι γυμνῷ καὶ τετραχηλισμένῳ. | | |
Τῷ γοῦν μεταγράψοντι μάνδρ' ἔστω τόπος | |
Ὡς μὴ καταστῇ λυμεὼν ἐκγραφέως. | |
Ἔρρωσθε καὶ μέμνησθε κἀμοῦ τοῦ ξένου | |
Τηροῦντες ἡμῖν τὴν παλαιὰν φιλίαν | |
Ἀνίλεων νοῦν ἐκποδὼν ἀπωσμένοι, | |
Ἱλαρὸν ἐμβλέψαντες ἠδικημένῳ | |
Ῥήσει προσευχῶν καρδίας ἐξηγμένῃ | |
Εἰλικρινὲς βλέποιτε πρὸς τὸν δεσπότην | |
Ἴδοιτε τὰ μέλλοντα καθάπερ δέον | |
Αἴροισθε χερσὶν ἀγγέλων οὐρανίων | |
Ῥυσθέντες ἐχθρῶν δυσμενοῦς ὁμαιχμίας | |
Χαρᾶς τὲ πληρούμενοι τῆς αἰωνίου | |
Ἠρτημένοι πνεύμασι τοῖς ἑπταμέτροις | |
Πρόσου λιπαρῶ καὶ σέ, μάρτυς, τὴν χάριν | |
Ῥωννὺς ἀτεχνῶς τῆς ψυχῆς μου τὰς βάσεις. | |
Ὅρα με μὴ λίπῃς με τὸν σὸν οἰκέτην | |
Καὶ δωρεὰν οἴκτειρε καὶ φύλαττέ με, | |
Ὅ σοι χάρις πέφυκε καὶ χάριν δίδου | |
Παντὸς πονηροῦ τὴν ῥοπὴν ἀποτρέπων | |
Ἴρις γλυκεῖα τῆς ἐμῆς σωτηρίας | |
Ὡραιότης ἄρρητε τῶν συμμαρτύρων. | |
Ἀλλ' ἱκετεύοις τὸν θεὸν καὶ δεσπότην | | |
Μὴ σχεῖν ἐφ' ἡμᾶς ἀποτουνῦν οἰκίαν, | |
Ἣ πνευστιᾶν πέπεικε τὸν σὸν οἰκέτην, | |
Νικητᾶ πλάνης δαιμόνων ἀλαστόρων. |
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
Type(s) | [31222] NA (92 verses) |
Text source | R. Stefec, V. Fugger 2014, Das illuminierte Typikon des Eugenios-Klosters in Trapezunt, Jahrbuch der Österreichischen Byzantinistik (JÖB), 64, 41-65: 43-45 |
Text status | Text partially unknown |
Date | 1346 |
Manuscript | ATHOS - Mone Batopediou 1199 [1346] |
Place in Manuscript | f. 1r-3r |
Person(s) | |
Palaeographical information | The text on f. 1r is almost completely rubbed off and barely legible. The first letters of the verses form an acrostic: '[15 letters] μεγαλομάρτυς Εὐγένιε βοήθησον τῷ σῷ δούλῳ σεβαστῷ πανσεβάστῳ ἑταιρειάρχῃ Προκοπίῳ· ἀμήν'. The epigram is written in red-brown ink by another hand than the main scribe, Ioannes Argyros. |
Metre(s) | Dodecasyllable |
Genre(s) | |
Subject(s) | |
Bibliography | |
Number of verses | 92 |
Acknowledgements |
Information on the occurrence courtesy of Krystina Kubina.
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/20385 |
Last modified: 2021-09-28.