Type 3107
(formerly typ/1226)
Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων | |
ἅπας μοναχὸς εὑτόνως βαδιζέτω | |
σπεύδων πρός αὐτὴν βαθμίδα τὴν ἐσχάτην | |
τὴν γὰρ κατ᾽ ἀρχὰς ἅπας ὑπερανέβη | |
κἄν μὴ καλῶς πέφευγε τοὺς Αἰγυπτίους | |
ἀλλ᾽ ἐν λογισμῷ τῶν λεβήτων τὰ κρέα | |
καὶ τὸ σκοτεινὸν ἀμφαγαπᾷ χωρίον | |
φύγωμεν οὐκοῦν κοσμικᾶς ἀκοσμίας | |
ὡς ἂν ἐπάνω τῆς κατ᾽ ἀρχὰς βαθμίδος | |
στῶμεν ποσὶν ἅπαντες ἠδραιωμένοις | |
ἑξῆς δὲ πάλιν τῇ Θεοῦ συνεργίᾳ | |
καὶ πρὸς τὰς ἄλλας ἀναβῶμεν βαθμίδας | |
καὶ δὴ φθάσαντες εἴθε καὶ τὴν ἐσχάτην | |
ἴδοιμεν αὐτὴν τὴν χάραν τοῦ Κυρίου | |
εἰδ᾽ αὖ ραθύμως ἀναβῶμεν τὴν κάτω | |
οὑ μὴ φθάσωμεν τὴν βάσιν τῆς δευτέρας | |
λοιπὸν ριφέντες τῆς Κλίμακος ἀθλίως | |
ἀχθῶμεν οἴμοι πρὸς βασάνου τὸν τόπον |
Last modified: 2019-08-02.