Occurrence 25420
(formerly occ/9449)
Στίχοι ἴαμβοι τοῦ ἐν μοναχοῖς ἐλαχίστου Κοσμᾶ | |
Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων | |
ἅπας μοναχὸς εὑτόνως βαδιζέτω | |
σπεύδων πρός αὐτὴν βαθμίδα τὴν ἐσχάτην· | |
τὴν γὰρ κατ᾽ ἀρχὰς ἅπας ὑπερανέβη | |
κἄν μὴ καλῶς πέφευγε τοὺς Αἰγυπτίους, | |
ἀλλ᾽ ἐν λογισμῷ τῶν λεβήτων τὰ κρέα | |
καὶ τὸ σκοτεινὸν ἀμφαγαπᾷ χωρίον· | |
φύγωμεν οὐκοῦν κοσμικᾶς ἀκοσμίας | |
ὡς ἂν ἐπάνω τῆς κατ᾽ ἀρχὰς βαθμίδος | |
στῶμεν ποσὶν ἅπαντες ἠδραιωμένοις· | |
ἑξῆς δὲ πάλιν τῇ Θεοῦ συνεργίᾳ | |
καὶ πρὸς τὰς ἄλλας ἀναβῶμεν βαθμίδας | |
καὶ δὴ φθάσαντες εἴθε καὶ τὴν ἐσχάτην | |
ἴδοιμεν αὐτὴν τὴν χάραν τοῦ Κυρίου· | |
εἰδ᾽ αὖ ραθύμως ἀναβῶμεν τὴν κάτω | |
οὑ μὴ φθάσωμεν τὴν βάσιν τῆς δευτέρας. | |
λοιπὸν ριφέντες τῆς Κλίμακος ἀθλίως | |
ἀχθῶμεν οἴμοι πρὸς βασάνου τὸν τόπον· | |
φωνὴν ἀκουστὴν πρὸς Θεοῦ λαβὼν πάτερ | |
καὶ φῶς ὑπεισδὺς μυστικῶν αὐγασμάτων | |
σκότος στυγερὸν τῶν παθῶν συνεξέλεις | |
πολλὰς ἀφορμὰς σωστικὰς ὡδὶ γράφων. |
Type(s) | [3107] Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων (18 verses) |
Text source | S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 157-158 |
Text status | Text completely known |
Date | 14th c. |
Manuscript | ATHOS - Mone Megistes Lauras Γ 45 (Eustratiades 285) [14th c.] |
Place in Manuscript | f. 326r |
Metre(s) | Dodecasyllable |
Genre(s) | Author-related epigram |
Number of verses | 18 |
Related occurrence(s) |
|
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/25420 |
Last modified: 2019-05-19.