Type 3097
(formerly typ/1214)
| Τὴν βίβλον, ἣν στίλβουσαν, ἄνθρωπε, βλέπεις | |
| τῶν χρυσολαμπῶν γραμμάτων τῇ συνθέσει, | |
| Εὐαγγελιστῶν ἡ διπλῆ δυὰς γράφει. | |
| Τί τοῦτο; διπλοῦς ζωγραφοῦσα τοὺς νόμους | |
| τὸν τῆς Παλαιᾶς καὶ Νέας. Πλὴν τὴν χάριν, | |
| ἣν τῇ Νέᾳ δίδωσιν, ἐξαίρει πλέον, | |
| κοσμῶν ὁ χρυσὸς τῇ γραφῇ τοῦ Βιβλίου, | |
| ἐν ᾧ τὰ πάντα, πολλαχῶς ἐσπαρμένα, | |
| εἰς ἓν συνάψας ἐκ πόθου πολλοῦ Λέων, | |
| ψυχαῖς τρυφὴν δίδωσι τὴν καθ᾽ ἡμέραν· | |
| ἀνθ᾽ ὧν ἐκεῖθεν, σῆς τρυφῆς γεγευμένος, | |
| Βίβλῳ γραφείη τῶν ἀεὶ ζώντων, Λόγε. |
Last modified: 2026-03-24.
