Type 3050
(formerly typ/1158)
Ὁ διαπλάσας ἡμᾶς καὶ ἀναπλάσας | |
μέλλων δὲ πάλιν ἀναπλάττειν ἐσχάτως, | |
ὁ καὶ δέματι τῷδε συσφίγγων χεῖρας | |
τονῶν τὲ ταύτας εἰς τερμάτωσιν ἔργων, | |
πάντως ὁ Χριστὸς ἐστι καὶ Θεοῦ λόγος˙ | |
ὅστις ἐνθήσας καὶ σθένος ταῖς χερσί μου | |
τὴν βίβλον τήνδε τοῦ ἀποστόλου Παύλου | |
τὴν ἐμφέρουσαν τοῦδε τὰς ἐν χρυσίνοις | |
ἐπιστολὰς νήμασιν ἐξυφασμένας | |
τοῦ παρακλήτου πνεύματος καὶ ἁγίου | |
νυνὶ προσῇξε τῷ τέλει τῶν γραμμάτων. | |
ὁρᾶτε ταύτην, ἥδε τοῖς πᾶσι πέλει, | |
καθάπερ βοᾷ ἐν κυρίῳ τὰ πάντα. | |
εἴ τινος οὖν χρῄζει τις εἰς ψυχήν, σκύλε, | |
πάντως γὰρ πάντως ἄφθονον λήψῃ χάριν. | |
ἐγὼ δὲ πάντας ὁ πτωχὸς καλλιγράφος | |
καθικετεύω τῇ βίβλῳ τοὺς χρωμένους | |
αἰτεῖν ἰλασμὸν τῶν ἐμοὶ ἐπταισμένων | |
μὴ κατοκνῆτε καὶ ψυχῆς σωτηρίαν, | |
ὅπως ἐπιτύχοιμι τῶν αἰωνίων | |
πάντως ἀγαθῶν ἱκεσίαις ἁγίαις | |
τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων. |
Title(s) | Librarii invocatio in fine laboris |
Text source | A. Mancini, 1907, Codices graeci monasterii Messanensis S. Salvatoris, Messina: 129 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Bibliography | |
Number of verses | 22 |
Occurrence(s) |
[18787] Ὁ διαπλάσας ἡμᾶς καὶ ἀναπλάσας
[1064]
MESSINA - Biblioteca Universitaria - S. Salv. 71 [01/04/1064-30/04/1064] (f. 167v-168r) (22 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/3050 |
Last modified: 2019-12-13.