Occurrence 18787
(formerly occ/2179)
Ὁ διαπλάσας ἡμᾶς καὶ ἀναπλάσας | |
μέλλων δὲ πάλιν ἀναπλάττειν ἐσχάτως, | |
ὁ καὶ δέματι τῷδε συσφίγγων χεῖρας | |
τονῶν τε ταύτας εἰς τερμάτωσιν ἔργων, | |
πάντως ὁ Χριστός ἐστι καὶ θεοῦ λόγος˙ | |
ὅστις ἐνθήσας καὶ σθένος ταῖς χερσί μου | |
τὴν βίβλον τήνδε τοῦ ἀποστόλου Παύλου | |
τὴν ἐμφέρουσαν τοῦδε τὰς ἐν χρυσίνοις | |
ἐπιστολὰς νήμασιν ἐξυφασμένας | |
τοῦ παρακλήτου πνεύματ(ος) (καὶ) ἁγίου, | |
νυνὶ προσῆξε τῶ τέλει τῶν γραμμάτων· | |
ὁρᾶτε ταύτην, ἥδε τοῖς πᾶσι πέλει· | |
καθάπερ βοᾶ ἐν κυρίω τὰ πάντα· | |
εἴ τινος οὖν χρήζει τίς εἰς ψυχ(ὴν), σκύλε· | |
πάντως (γὰρ) πάντως, ἄφθονον λήψη χάρ(ιν)· | |
ἐγὼ δὲ πάντας ὁ πτωχὸς καλλιγράφ(ος)· | |
καθικετεύω τῆ βίβλω τοὺς χρωμέν(ους), | |
αἰτεῖν ἰλασμὸν τῶν ἐμοὶ ἐπταισμένων· | |
μὴ κατοκνῆτε καὶ ψυχῆς σωτηρίαν· | |
ὅπως ἐπιτύχοιμι τῶν αἰωνίων· | |
πάντως ἀγαθῶν ἱκεσίαις ἁγίαις, | |
τῆς θ(εοτό)κου καὶ πάντων τῶν ἁγίων· |
Last modified: 2023-08-29.