Type 2908
(formerly typ/1007)
Ἰδοῦ τὸ τέρμα εἴληφεν ὁ Μαννασῆς ἀρτίως | |
οὗτος γὰρ ἐπ᾽ ὀνομαστῷ, ὡς ἐκ μετ᾽ ὀνυμίας, | |
τοῦ ἄνωθεν πονήσαντος τὴν τοιάνδε πυξίδα, | |
ὅς ἤρξατο μὲν ἀπαρχῆς, ἐκ τῆς κοσμοποιΐας, | |
καὶ τέλος συνεπέρανεν ἅχρη τοῦ Βοτανεῖτου, | |
ἅπαντας τοίνυν διελθῶν ἐν συντομίᾳ ἔπους | |
ἐκάστω παρεισέφερε, τὴν πρᾶξιν καὶ τὸν τρόπον, | |
ἥτινες ἦρξαν ἀπαρχῆς καὶ ποῦ τὴν λῆξιν εὕρων, | |
οἱ εὐσεβεῖς, οἱ ἀσεβεῖς, οἱ βεβασιλευκότες, | |
στυλογραφῆ δ᾽ αὗ πρότερον Γιγάντων καὶ Γηπαίδων | |
τῶν ἀπ᾽ αἰῶνος πρότερον ὀνομαστῶν ἀνθρώπων, | |
ὧν τὴν πρᾶξιν ὑπέφηνεν ἡ τοῦ Μωσέως βίβλος· | |
τὸ δὲ παρὸν πυξίδιον πεπόνηται προδήλως | |
ἐν ἔτει παριππεύοντες τῷ εἰκοστῷ ὀγδόῳ | |
αὖθις ἑξακισχίλια πρὸς τοῖς ὀκτακοσίοις | |
τρίτον δὲ φέρον ἴνδικτον ὁ περιθέων χρόνος, | |
χειρὶ γραφῆς καὶ πονηθείς τινὸς ἰεροθύτου | |
τοῦ συνονύμου χάριτος καὶ Μαγουλᾶς τὴν κλῆσιν, | |
ἥν ἐκ πατρόθεν κέκληται καὶ φέρει ἐκ προγόνων | |
τὸ δὲ βιβλίον ἀληθῶς ἀλλῷ προσεκληρόθη, | |
Μάρκῳ τινὶ ἀβροτήμονι, ἀδαεῖ ῥακενδύτῃ, | |
Χριστῷ τῷ τελειῶσαντι δόξα κράτος καὶ αἶνος. |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | |
Tag(s) | |
Critical Notes | 10 γηπαίδων ] γηπάδων ms., γηπαίδων conj. Turyn (1972: 134). |
Comment | On the metre in verse 21 see Turyn (1972: 135): 'the first half of the political verse up to the caesura was read in 8 syllables, i.e., some prosodical device was used in the hiatus τινεῖ ἀβροτίμονι. Possibly the word τινεῖ (i.e. τινὶ) was read 'tinj' before the following vowel'. |
Bibliography |
Primary
|
Number of verses | 22 |
Occurrence(s) |
[18600] ἰδοῦ τὸ τέρμα εἴληφεν ὁ Μαννασῆς ἀρτίως
[1319]
NAPLES - Biblioteca Nazionale - gr. III B 22 [1319-1332] (f. 122r) (22 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 357: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/2908 |
Last modified: 2021-11-09.