Type 2905
(formerly typ/1002)
Μέμνησθε τοῦ γράψαντος Νείλου, πατέρες, | |
ἐξαιρέτως δὲ ποιμένος τοῦ τῆς λάυρας | |
θύτου μοναχοῦ συνετοῦ Γερασίμου, | |
Χρηστοῦ προηνοῦς εὐμενοῦς πραϋθύμου, | |
πατρὸς γαληνοῦ συμπαθοῦς ἰφιθύμου, | |
ἁνεξικάκου μακροθύμου πραέος, | |
οἰκτίρμονός τε πάμπαν ἱλαρωτάτου, | |
σεμνοῦ, σθεναροῦ, δεξιοῦ ποδηγέτου, | |
ἁνδρὸς δοκίμου λίαν ἐντρεχεστάτου, | |
σοφίας μεστοῦ σὺν ἐπιστήμῃ πᾶσῃ | |
ἄμφω τε θείων καί καθ᾽ ἡμᾶς πραγμάτων, | |
πείρᾳ μαθόντος τοῦ ποδηγεῖν εὐθέτως | |
νέους γέροντας ἅπασαν ἡλικίαν | |
τάξιν τε πᾶσαν μείζονα καὶ μετρίαν | |
πράως, ἱλαρῶς καί πανημέρως ἄγαν, | |
οἷς τὴν τρίβον δείκνυσι τῆς σωτηρίας | |
ἔργῳ λόγῳ τε Χριστοτερπέσι τρόποις | |
ἐξ ἀνικάνων ἀξίους ὑπεξάγων, | |
ὡς χρηματίσων θεῖον ἐντεῦθεν στόμα | |
λιτὰς προσάγων ἀγρύπνους ὑπὲρ τέκνων, | |
ἐπιστρέφων τε βελτιῶν ἀγαθύνων, | |
ἐπιστρέφων ὅπου γε καὶ δεῖ σὺν λόγῳ | |
ἅλατι θείῳ πανσόφως ἠρτυμένῳ, | |
ἐπιβεβαιῶν, συνετίζων, εἰσάγων | |
πύκτας πρὸς αὐλὰς καὶ νομὰς οὐρανίους· | |
οὕτω σοφὸς πέφυκε καὶ μεγαλόνους, | |
οὗ τῇ κελεύσει τέρμα τερπνὸν ἡ βίβλος | |
εἴληφεν, ὡς ἔνειμεν ἡ θεία χάρις. |
Text source | S. Eustratiades, Spyridon Lauriotes, 1925, Catalogue of the Greek Manuscripts in the Library of the Laura on Mount Athos, Cambridge: 260-261 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Critical Notes | 11 ἄμφω ] ἄμτω Euangelatou-Notara (2000: 217) |
Comment | Text of Eustratiades-Lauriotes (1925: 260-261) modified by DBBE. |
Bibliography | |
Number of verses | 28 |
Occurrence(s) |
[18595] Μέμνησθε τοῦ γράψαντος Νείλου π(ατέρ)ες
[1318]
ATHOS - Mone Megistes Lauras Κ 200 (Eustratiades 1487) [1318] (f. 352r) (28 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 454: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/2905 |
Last modified: 2019-11-25.