Occurrence 18595
(formerly occ/1957)
Μέμνησθε τοῦ γράψαντος Νείλου π(ατέρ)ες | |
ἐξαιρέτως δὲ ποιμένος τοῦ τῆς Λάυρας | |
θύτου μοναχοῦ συνετοῦ Γερασίμου | |
χρηστοῦ προηνοῦς εὐμενοῦς πραϋθύμου | |
π(ατρὸ)ς γαληνοῦ συμπαθοῦς ἰφιθύμου | |
ἁνεξικάκου μακροθύμου πραέος | |
οἰκτίρμονός τε πάμπαν ἱλαρωτάτου | |
σεμνοῦ σθεναροῦ δεξιοῦ ποδηγέτου | |
ἁνδρὸς δοκίμου λίαν ἐντρεχεστάτου | |
σοφίας μεστοῦ σὺν ἐπιστήμῃ πᾶσῃ | |
ἄμφω τε θείων καί καθ᾽ ἡμᾶς πραγμάτ(ων) | |
πείρᾳ μαθόντος τοῦ ποδηγεῖν εὐθέτως | |
νέους γέροντας ἅπασαν ἡλικίαν | |
τάξιν τε πᾶσαν μείζονα καὶ μετρίαν | |
πράως ἱλαρῶς καί πανημέρως ἄγαν | |
οἷς τὴν τρίβον δείκνυσι τῆς σ(ωτηρ)ίας | |
ἔργῳ λόγῳ τε χριστοτερπέσι τρόποις | |
ἐξ ἀνικάνων ἀξίους ὑπεξάγων | |
ὡς χρηματίσων θεῖον ἐντεῦθεν στόμα | |
λιτὰς προσάγων ἀγρύπνους ὑπὲρ τέκνων | |
ἐπιστρέφων τε βελτιῶν ἀγαθύνων | |
ἐπιστρέφων ὅπου γε κ(αὶ) δεῖ σὺν λόγῳ | |
ἄλατι θείῳ πανσόφως ἠρτυμένῳ | |
ἐπιβεβαιῶν συνετίζων εἰσάγων | |
πύκτας πρὸς αὐλὰς καὶ νομὰς οὐρανίους· | |
οὕτω σοφὸς πέφυκε καὶ μεγαλόνους | |
οὗ τῇ κελεύσει τέρμα τερπνὸν ἡ βίβλος | |
εἴληφ(εν) ὡς ἔνειμεν ἡ θεία χάρις. |
Last modified: 2022-02-15.