Type 2895
(formerly typ/996)
Πέτρου μαθητὴς τῆς πέτρας Χριστοῦ πέλων | |
διδάσκαλος πέφηνας ἄμφω καὶ μέγας | |
εὐαγγελιστὴς δεύτερος τοῦ Κυρίου | |
τῆς μυριόχλου πληθύος τῶν θαυμάτων· | |
ὅλην μὲν ὡς φῶς λαμπρύνων οἰκουμένην | |
πᾶσαν δὲ τὴν Αἴγυπτον ἐκ πλάνης λύσας. | |
Διὸ προθύμως μαρτυρήσας καὶ τέλος | |
εὔχριστον εὑρών, Μάρκε, καὶ παρρησίαν | |
ἔχων κατ’ ἄμφω πρὸς τὸν ὄντως δεσπότην | |
τὸν τὴν σοφήν σου δέλτον ἐν πιστῷ πόθῳ | |
τεύξαντα τήνδε ταῖς λιταῖς σου φωτίσας | |
Θεοῦ με δείξαις δέξιον παραστάτην. |
Last modified: 2024-09-20.