Type 2894
(formerly typ/993)

Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι
ἀνδρῶν μεγάλων ἐν σοφίᾳ καὶ λόγοις
τρανῶς λεγόντων τὴν κένωσιν τοῦ Λόγου
τὴν κοσμοσωτήριον αὐτοῦ σοφίαν
καὶ ἁγίων βίους τε διηγουμένων,
ἄθλα τε καὶ σκάμματα θείων μαρτύρων
καὶ πατέρων κόπους τε τοὺς ὑπὲρ λόγον,
μὴ κειμένους τούτους δὲ εὑρὼν ἐν βίβλοις,
ἀλλὰ σποράδην καὶ χίδην ἐρριμμένους
συνάξας αὐτὸς ἐν μιᾷ ταύτῃ βίβλῳ
δῶρον προσῆξα τῇ Θεοῦ Ἐκκλησίᾳ
ἐξ ὧν χάριν λόγου τε καὶ θαυμασίων
Θεοῦ τρυφῶντες τῶν διὰ τῶν ἁγίων
αἰτεῖσθε συγχώρησιν ἀμπλακημάτων
ἐμῶν ὑπερβαίνοντα πᾶσαν κακίαν
τὸν τοῖς βροτοῖς νέμοντα λύσιν πταισμάτων·
ναὶ ναὶ δυσωπῶ Μανασσῆς τούτου χάριν
οἰκτρός, ταπεινός, εὐτελής, ρακενδύτης
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 18
Occurrence(s) [18584] Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι [1303]
ATHOS - Mone Megistes Lauras Γ 99 (Eustratiades 339) [1303] (f. 2r)
(18 verses)
Identification Vassis ICB 2005, 797: "Librarii subscr."
Permalink https://www.dbbe.ugent.be/types/2894
Last modified: 2019-05-21.