Occurrence 18584
(formerly occ/1946)
Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι | |
ἀνδρῶν μεγάλων ἐν σοφίᾳ καὶ λόγοις | |
τρανῶς λεγόντων τὴν κένωσιν τοῦ Λόγου, | |
τὴν κοσμοσωτήριον αὐτοῦ σοφίαν | |
καὶ ἁγίων βίους τε διηγουμένων, | |
ἄθλα τε καὶ σκάμματα θείων μαρτύρων | |
καὶ πατέρων κόπους τε τοὺς ὑπὲρ λόγον, | |
μὴ κειμένους τούτους δὲ εὑρὼν ἐν βίβλοις, | |
ἀλλὰ σποράδην καὶ χίδην ἐρριμμένους | |
συνάξας αὐτὸς ἐν μιᾷ ταύτῃ βίβλῳ | |
δῶρον προσῆξα τῇ Θεοῦ Ἐκκλησίᾳ | |
ἐξ ὧν χάριν λόγου τε καὶ θαυμασίων | |
Θεοῦ τρυφῶντες τῶν διὰ τῶν ἁγίων | |
αἰτεῖσθε συγχώρησιν ἀμπλακημάτων | |
ἐμῶν ὑπερβαίνοντα πᾶσαν κακίαν | |
τὸν τοῖς βροτοῖς νέμοντα λύσιν πταισμάτων· | |
ναὶ ναὶ δυσωπῶ Μανασσῆς τούτου χάριν | |
οἰκτρός, ταπεινός, εὐτελής, ρακενδύτης. |
Type(s) | [2894] Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι (18 verses) |
Text source | S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 374 |
Text status | Text completely known |
Date | 1303 |
Manuscript | ATHOS - Mone Megistes Lauras Γ 99 (Eustratiades 339) [1303] |
Place in Manuscript | f. 2r |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Bibliography |
Primary
|
Number of verses | 18 |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/18584 |
Last modified: 2017-05-24.