Type 2879
(formerly typ/980)
Ἄλλος μὲν ἄλλο τῷ ναῷ τῳδὶ φέρει, | |
οὗ ζῶσα κράτος, σοφία, Θεοῦ λόγος, | |
ποθῶν κακῶν λύτρωσιν εὑρεῖν ἐν κρίσει· | |
ὁ δ᾽ Ἰωσήφ τὸ θαῦμα τῆς οἰκομένης, | |
ὁ πατριάρχης τῆσδε τῆς βασιλίδος, | |
ὁ χρυσοβρύτης ἅμα καὶ πτωχοτρόφος | |
μηνῶν βίβλους τίθησι πρὸς δυσὶ δέκα. |
Last modified: 2019-11-19.