Type 2873
(formerly typ/975)
Ἡ βίβλος αὕτη παρ᾽ ἐμοῦ πονηθεῖσα, | |
Τοῦ ἐν μοναχοῖς ἁμαρτωλοῦ ἐκ πόθου | |
Ἀθανασίου τάλανος καὶ ἀχρείου, | |
Τοῦ καὶ χρηματίσαντος ἀρχιμανδρίτου | |
Μονῆς τῆς θείας καὶ βασιλεικοτάτης | |
Ὅρους τῇ κλήσει ἁγίου Αὐξεντίου. | |
Ὡς εὐτελεῖ δῶρον τῇ πανάγνῳ παρθένῳ, | |
Μητρὶ τοῦ μόνου θεοῦ μου καὶ δεσπότου, | |
Μονῆς λαμπρᾶς τε καὶ περιφανεστάτης | |
Βασιλικῆς ἐτέθη Βατοπεδίου, | |
Μνήμης ἔνεκα ψυχῆς ἡμετέρας, | |
Ὁ δὲ βουληθεὶς ὅστις καὶ οἷος εἴη | |
Στερῆσαι αὐτὴν τῇ σεβασμίᾳ ταύτῃ | |
Μονῇ κἀν ὅπως βουληθείη ἔχετω | |
Ἀυτὴν πρὸ παντὸς τὴν θεομήτορα μου | |
Ἔνθεν κακεῖσε ἀντίδικον εἰθ' οὕτως, | |
Τὰς τῶν ὁσίων θεοφόρων πατέρων | |
Τριακοσίων ὀκτωκαίδεκα κλῆρον, | |
Ἀρᾶς καὶ πάντων ἀπ᾽ αἰῶνος ἁγίων, | |
Μερὶς δ'ἡ τούτου ἔστω μετὰ Ἰοῦδα | |
Καὶ τῶν κραξάντων, ἆρον σταύρωσον ἆρον. | |
Προσετέθη δὲ δευτέρα ὀκτωβρίου, | |
Ἐν ἔτει ἕκτω, ὀκτακοσιοστῶ τε | |
Ἐξακισχιλιοστῶ, ἐνδεκάτης ἰνδείκτου. |
Last modified: 2024-05-02.