Occurrence 18564
(formerly occ/1923)
Ἡ βίβλος αὕτη παρ᾽ ἐμοῦ πονηθεῖσα, | |
Τοῦ ἐν μοναχοῖς ἁμαρτωλοῦ ἐκ πόθου | |
Ἀθανασίου τάλανος καὶ ἀχρείου, | |
Τοῦ καὶ χρηματίσαντος ἀρχιμανδρίτου | |
Μονῆς τῆς θείας καὶ βασιλεικοτάτης | |
Ὅρους τῆ κλήσει ἁγίου Αὐξεντίου. | |
Ὡς εὐτελεῖ δῶρον τῆ πανάγνω παρθένω, | |
Μητρὶ τοῦ μόνου θεοῦ μου καὶ δεσπότου, | |
Μονῆς λαμπράς τε καὶ περιφανεστάτης | |
Βασιλεικῆς ἐτέθη βατοπεδίου, | |
Μνήμης ἔνεκα ψυχῆς ἡμετέρας, | |
Ὁ δὲ βουληθεὶς ὅστις καὶ οἷος εἴη | |
Στερῆσαι αὐτὴν τῆ σεβασμία ταύτη | |
Μονῆ κἀν ὅπως βουληθείη ἔχετω | |
Ἀυτὴν πρὸ παντὸς τὴν θεομήτορά μου | |
Ἔνθεν κακεῖσε ἀντίδικον εἰθ' οὕτως, | |
Τὰς τῶν ὁσίων θεοφόρων πατέρων | |
Τριακοσίων ὀκτωκαίδεκα κλῆρον, | |
Ἀρᾶς καὶ πάντων ἀπ᾽ αἰῶνος ἁγίων, | |
Μερὶς δ'ἡ τούτου ἔστω μετὰ Ἰοῦδα | |
Καὶ τῶν κραξάντων, ἆρον σταύρωσον ἆρον. | |
Προσετέθη δὲ δευτέρα ὀκτωβρίου, | |
Ἐν ἔτει ἕκτω, ὀκτακοσιοστῶ τὲ | |
Ἐξακισχιλιοστῶ, ἐνδεκάτης ἰνδείκτου. |
Last modified: 2016-12-05.