Type 2870
(formerly typ/971)

Πόθον μέν εἴκειν πανοσίοις ἀνδράσιν
Ἄληστον αὐχῶν, εὐνοϊκῇ δὲ σχέσει
Χάριν ἀμοιβὸν εὐμενῶς ἀντεισφέρω
Ὤριμα δι᾽ ἧς ἐδρεψάμην τὰ σίτα·
Μῦρον κενωθὲν Σαλομὼν ὡς γοῦν ἔφη
Ἰδὼν ἐπὶ γῆς πραέων πατοῦν πέδα
Ὡς ηὐλόγητο πρὶν Ἰακὼβ ἐν Λάβαν
Βῆναι κατευθὺ τῶ ποδὶ τοῦδε τρέχω
Ῥεῖ σταγόνας γὰρ εὐλογιῶν ἀφθόνως
Ὁ Βροντοχίου Παχώμιος, ᾧ βίβλος
Νῦν ἐγράφη μοι, ναὸν ἄρας ἐκ βάθρων.
Τούτῳ δ᾽ ὅπως τίθησι καὶ κάλλους θέαν
Ἤθει πάρεστιν ἐντολῆς ἀεὶ βλέπειν
Χεῖν γὰρ ὁσῶραι λιτὰς ἱλαστηρίους
Ἰώμενος μὲν δυσπαθεῖς καχεξίας
Τετρακτὺν ὑψῶν ἁρετῶν δὲ τετράδι
Ἡλιβατεῖ πως ἱσομίλως δ᾽ ἀγγέλοις
Βήμασι σεπτοῖς σεμνύνων μονοτρόπους
Ἀλλ᾽ ὦ πάτερ τίμιε, πατέρων κλέος
Σὺ τριμερές σου τῆς ψυχῆς τῇ τριάδι
Ἱλαδὸν ἄγεις πεντάδ᾽ αὖ σὺν ἑξάδι
Λείβων τὸ διττὸν ἑβδόμην δ᾽ εἰς ὀγδόην
Ἀλλὰ σκέπων θάλποις με σύν πολλοῖς ἔτι
Καταιγίδων αἴρων με τὸν σὸν οἰκέτην
Ἡ σὴ κυβερνείτω με δὲ προστασία
Σὺ παῦλα καὶ γὰρ εἰς θεοῦ θεῖον πόθον
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Patron-related epigram
Person(s)
Poet
Basilakes (13th c.) - RGK: II.49 - VGH: 53.H - PLP: II.2368 (monachos, nomikos)
Metre(s) Dodecasyllable
Tag(s)
Comment The initial letters of each verse form the following acrostic: 'Παχωμίῳ Βροντηχίτῃ Βασιλάκης'.
Bibliography
Number of verses 26
Occurrence(s) [18557] Πόθον μὲν εἴκειν πανοσίοις ἀνδράσιν [1296]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 708 [1296] (f. 223r-223v)
(26 verses)
Identification Vassis ICB 2005, 628: "Basilaces nomicus, In Pachomium Brontochitem (Par. 708/223r)"
Permalink https://www.dbbe.ugent.be/types/2870
Last modified: 2020-02-18.