Occurrence 18557
(formerly occ/1916)

Πόθον μὲν εἴκειν πανοσίοις ἀνδράσ(ιν)
Ἄληστον αὐχῶν· εὐνοϊκῆ δὲ σχέσει,
Χάριν ἀμοιβὸν εὐμενῶς ἀντεισφέρω,
Ὥριμα δι᾽ ἧς ἐδρεψάμην τὰ σίτα·
Μῦρον κενωθὲν σαλομὼν ὡς γοῦν ἔφη:
Ἰδὼν ἐπὶ γῆς πραέων πατοῦν πέδα,
Ὡς ηὐλόγητο πρὶν ἰακὼβ ἐν λάβαν
Βῆναι κατευθὺ τῶ ποδὶ τοῦδε τρέχω·
Ῥεῖ σταγόνας γὰρ εὐλογιῶν ἀφθόνως
Ὁ βροντοχίου παχώμιος, ὧ βίβλος
Νῦν ἐγράφη μοι· ναὸν ἄρας ἐκ βάθρων.
Τούτω δ᾽ ὅπως τίθησι καὶ κάλλους θέαν,
Ἤθει πάρεστιν ἐντολῆς ἀεὶ βλέπειν·
Χεῖν γὰρ ὁσῶραι λιτὰς ἱλαστηρίους
Ἰώμενος μὲν δυσπαθεῖς καχεξίας.
Τετρακτὺν ὑψῶν ἁρετῶν δὲ τετράδι,
Ἡλιβατεῖ πως ἱσομίλως δ᾽ ἀγγέλοις.
Βήμασι σεπτοῖς σεμνύνων μονοτρόπους·
Ἀλλ᾽ ὦ π(άτ)ερ τίμιε, π(ατέ)ρων κλέος·
Σὺ τριμερὲς σου τῆς ψυχῆς τῆ τριάδι,
Ἱλαδὸν ἄγεις· πεντάδ᾽ αὖ σὺν ἑξάδι·
Λείβων τὸ διττὸν· ἑβδόμην δ᾽ εἰς ὀγδόην·
Ἀλλὰ σκέπων θάλποις με σύν πολλ(οῖς) ἔτι·
Καταιγίδων αἴρων με τὸν σὸν ἱκέτην·
Ἡ σὴ κυβερνείτω με δὲ προστασία·,
Σὺ παῦλα καὶ γὰρ εἰς θ(εο)ῦ θεῖον πόθον:·
Type(s) [2870] Πόθον μὲν εἴκειν πανοσίοις ἀνδράσιν (26 verses)
Text source DBBE
Text status Text completely known
Date 1296
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 708 [1296]
Place in Manuscript f. 223r-223v
Person(s)
Patron
Pachomios Brontechites (13th c.)
Scribe
Basilakes (13th c.) - RGK: II.49 - VGH: 53.H - PLP: II.2368 (monachos, nomikos)
Palaeographical information The initial letters of each verse form the acrostic: ' Παχωμίῳ Βροντηχίτῃ Βασιλάκης'.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b107214489/f232.item
Bibliography
Number of verses 26
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18557
Last modified: 2020-08-03.