Type 2831
(formerly typ/931)

Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος,
ἵνα τέλος δέξηται ὁ παρὼν πίναξ·
πάλιν πόθος τήκει με σφοδρὸς καὶ μέγας,
ἵνα τὴν πατρίδα μου ταχέως ἴδω,
καὶ τῆς γεννησάσης με εὐχὰς λαμβάνω.
Ὥσπερ πληροφορημένος ἐδέξω τάδε,
οὕτω τὴν πατρίδα σου ταχέως ἴδοις.
Ἔχων χεῖρας αἵματος πλήρεις, μεμολυσμένας
οἴμοι ὁ πανάθλιος ἐγὼ ὁ τάλας·
πῶς γὰρ νῦν ἐτόλμησα γράφειν τὴν δέλτον ταύτην·
ἔχων χείλη ῥυπαρά, ψυχὴν μεμολυσμένην·
ὅλος γὰρ αἰσχρῶς ὑπόκειμαι τοῖς πάθεσιν ὁ τάλας,
πλὴν οὐκ ἀπογνώθει με τῆς πανευσπαχνίας
ἀλλὰ θερμοῖς τοῖς δάκρυσι, ψυχῇ συντετριμμένῃ
προσέρχομαι, παμβασιλεῦ, τῇ σῇ φιλανθρωπίᾳ·
δέξαι κἀμὲ ὡς τὸν ἄσωτον, δέξαι με ὡς τὸν τελώνην,
δέξαι με ὡς τὸν Μανασσῆν τὸν τοῖς εἰδώλοις θυόντα.
Καὶ Νινευῒ μυριάνθρωπον μὴ θέλῃς ἀφανίσαι·
καὶ τί με χρὴ μακρολογεῖν, ἥμαρτον πάτερ
ἥμαρτον ὡς οὐδεὶς ἄλλος ἐν βίῳ·
ἀλλὰ τὰ σπλάγχνα τὰ χρηστά, σῶτερ, ὑπάνοιξόν μοι
καὶ δός μοι χεῖρα, δέσποτα, ὥς ποτε καὶ τῷ Πέτρῳ,
ὅπως αἱ βάσεις τῶν ποδῶν, λόγε, στερεωθῶσιν,
ἵνα ὀρθῶς συνίσταμαι ὀρθῶς καὶ βηματίζω
καὶ ἀνυμνῶ τὸ ἄπειρον τῆς σῆς δημιουργίας
καὶ προσκυνῶ τὸ εὔσπλαχνον τῆς σῆς πανευσπλαχνίας.
Text source S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 59-60
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Mixture
Subject(s)
Tag(s)
Bibliography
Number of verses 26
Occurrence(s) [18508] Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος [1239]
ATHOS - Mone Megistes Lauras Α 71 (Eustratiades 71) [1240] (f. 158r-158v)
(26 verses)
Identification Vassis ICB 2005, 628: "Librarii subscr."
Permalink https://www.dbbe.ugent.be/types/2831
Last modified: 2022-03-15.