Occurrence 18508
(formerly occ/1861)

Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος,
ἵνα τέλος δέξηται ὁ παρὼν πίναξ·
πάλιν πόθος τήκει με σφοδρὸς καὶ μέγας,
ἵνα τὴν πατρίδα μου ταχέως ἴδω,
καὶ τῆς γεννησάσης με εὐχὰς λαμβάνω.
Ὥσπερ πληροφορημένος ἐδέξω τάδε
οὕτω τὴν πατρίδα σου ταχέως ἴδοις.
Ἔχων χεῖρας αἵματος πλήρεις, μεμολυσμένας
οἴμοι ὁ πανάθλιος ἐγὼ ὁ τάλας·
πῶς γάρ νῦν ἐτόλμησα γράφειν τὴν δέλτον ταύτην·
ἔχων χείλη ρυπαρά, ψυχὴν μεμολυσμένην·
ὅλος γὰρ αἰσχρῶς ὑπόκειμαι τοῖς πάθεσιν ὁ τάλας,
πλὴν οὐκ ἀπογνώθει με τῆς πανευσπλαχνίας
ἀλλὰ θερμοῖς τοῖς δάκρυσι, ψυχῇ συντετριμμένῃ
προσέρχομαι παμβασιλεῦ τῇ σῇ φιλανθρωπίᾳ
δέξαι κἀμὲ ὡς τὸν ἄσωτον, δέξαι με ὡς τὸν τελώνην
δέξαι με ὡς τὸν Μανασσῆν τὸν τοῖς εἰδώλοις θυόν(τα).
καὶ Νινευΐ μυριάνθρωπον μή θέλης ἀφανίσαι·
καί τί με χρὴ μακρολογεῖν, ἥμαρτον πάτερ
ἥμαρτον ὡς οὐδεὶς ἄλλος ἐν βίῳ·
ἀλλὰ τὰ σπλάγχνα τὰ χρηστὰ Σῶτερ ὑπάνοιξόν μοι
καὶ δός μοι χεῖρα Δέσποτα ὥς ποτε καὶ τῷ Πέτρῳ
ὅπως αἱ βάσεις τῶν ποδῶν λόγε στερεωθῶσιν,
ἵνα ὀρθῶς συνίσταμαι ὀρθῶς καὶ βηματίζω
καὶ ἀνυμνῶ τὸ ἄπειρον τῆς σῆς δημιουργίας
καὶ προσκυνῶ τὸ εὔσπλαχνον τῆς σῆς πανευσπλαχνίας.
Type(s) [2831] Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος (26 verses)
Text source S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 59-60
Text status Text completely known
Date 1239
Manuscript ATHOS - Mone Megistes Lauras Α 71 (Eustratiades 71) [1240]
Place in Manuscript f. 158r-158v
Contextual information The epigram is followed by the date.
Metre(s)
Genre(s) Scribe-related epigram
Comment Euaggelatou Notara (1982: 228) dates the manuscript to 1200.
vv. 1-5 are dodecasyllables, vv. 21-26 are political verses.
Image source(s)
Bibliography
Number of verses 26
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the 'Institut für Neutestamentliche Textforschung'.

Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18508
Last modified: 2020-02-11.