Type 2666
(formerly typ/771)
| Ἡ τοῦ θείου Πνεύματος πάντερπνος λύρα | |
| Σάλπιγξ ἡ οὐράνιος Θεοῦ τοῦ λόγου | |
| Τὸ σωτηριῶδες κήρυγμα τῆς οἰκουμένης | |
| Τὸ παμφαὲς σέλας παντὸς τοῦ κόσμου | |
| Τὸ τῶν ψυχῶν στήριγμα πάντων ἀνθρώπων | |
| Ἄρτος ὁ οὐρανίος ὁ τρέφων πάντων | |
| Καὶ καταθάλπων πιστῶν τὰς διανοίας | |
| Πόμα τὸ ἡδύτατον τὸ καταψύχων | |
| Ψυχὰς τακήσας ἐστερημένας δρόσω | |
| Δέλτος τετράμορφος εὐαγγελίων | |
| Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρης | |
| ὅς πατρικοὺς μὴ λιπὼν δι' ἡμᾶς κόλπους | |
| Ἦλθε σαρκοωθεὶς δι' ἄκραν εὐσπλαγχνίαν, | |
| ζητῶν ἡμᾶς σῶσαι τοὺς πλανηθέντας πάλαι. | |
| Στέλλει μαθητὰς ὑπηρέτας τοῦ Λόγου, | |
| Εὐαγγελιστὰς τέσσαρας θεολόγους, | |
| εἰς τὰ τετραπέρατα γέας ἁπάσης, | |
| οἱ καὶ κατεφώτισαν πάσαν τὴν κτίσιν | |
| Τὸν Λόγον κηρύξαντες τῆς Ἀληθείας | |
| Ἀλλ' ὧ Χορηγὲ τῶν καλῶν, Θεοῦ Λόγε, | |
| Ἰησοῦ Χριστὲ, ἡ ἐμὴ φωταυγία, | |
| ἡ ἐμὴ ἐλπὶς, ἡ ἐμὴ προσδοκία, | |
| τῆς ἑμῆς ψυχῆς τὸ φῶς καὶ τῶν ὀνομάτων, | |
| ὡς πάλαι ὀμμάτωσας πεπηρωμένον. | |
| Φώτισαν κἀμοῦ κόρας τῆς διανοίας | |
| καὶ τὰς βάσεις στηρίξον ἐπὶ τῇ πετρᾳ | |
| τῶν σῶν ἐντολῶν τῶν θεοπρεπεστάτων | |
| τοῦ σοῦ λάτρου ἄζυγος Θεοδοσίου | |
| τοῦ μετὰ πολλοῦ πόθου καὶ θυμηδίας | |
| καὶ σχέσει κτισάμενον τήνδε τὴν δέλτον | |
| εἰς λύτρον καὶ κάθαρσιν ἐμῶν σφαλμάτων. |
Last modified: 2021-09-03.
