Occurrence 18281
(formerly occ/1611)
Ἡ τοῦ θείου πν(εύματο)ς πάντερπνος λύρα:· | |
Σάλπιγξ ἡ οὐ(ρά)νιος θ(εο)ῦ τοῦ λόγου:· | |
Τὸ σωτηριῶδες κήρυγμα τῆς οἰκουμέν(ης):· | |
Τὸ παμφαὲς σέλας παντὸ(ς) τοῦ κόσμου:· | |
Τὸ τῶν ψυχῶν στήριγμα πάντων ἀν(θρώπ)ων:· | |
Ἄρτος ὁ οὐ(ρα)νίος ὁ τρέφων πάντων:· | |
Καὶ καταθάλπων πιστῶν τὰς διανοί(ας):· | |
Πόμα τὸ ἡδύτατον τὸ καταψύχων:· | |
Ψυχὰς τακήσας ἐστερημένας δρόσω:· | |
Δέλτος τετράμορφος εὐαγγελίων:· | |
Ἰ(ησο)ῦ χ(ριστο)ῦ τοῦ θ(εο)ῦ καὶ σωτῆρις:· | |
Ὃς π(ατ)ρικοὺς μὴ λιπὼν δι' ἡμᾶς κόλπους:· | |
Ἦλθε σαρκοωθεὶς δι' ἄκραν εὐσπλαγχνίαν:· | |
Ζητῶν ἡμᾶς σῶσαι τοὺς πλανηθέντας πάλαι:· | |
Στέλλει μαθητὰς ὑπηρέτας τοῦ λόγου:· | |
Εὐαγγελιστὰς τέσσαρ(ας) θεολόγους:· | |
Εἰς τὰ τετραπέρατα γέας ἁπάσ(ης):· | |
Οἱ καὶ κατεφώτισαν πάσαν τ(ὴν) κτίσ(ιν):· | |
Τὸν λόγον κηρύξαντες τῆς ἀληθείας:· | |
Ἀλλ' ὧ χορηγὲ τῶν καλῶν θ(εο)ῦ λόγε:· | |
Ἰ(ησο)ῦ χ(ριστ)ὲ ἡ ἐμὴ φωταυγία:· | |
Ἡ ἐμὴ ἐλπὶς ἡ ἐμὴ προσδοκία:· | |
τῆς ἑμῆς ψυχῆς τὸ φῶς καὶ τῶν ὀνομάτω(ν):· | |
ὡς πάλαι ὀμμάτωσας πεπηρωμένον,:· | |
Φώτισαν κἀμοῦ κόρας τῆς διανοίας:· | |
Καὶ τὰς βάσεις στηρίξον ἐπὶ τῇ πετρᾳ:· | |
Τῶν σῶν ἐντολῶν τῶν θεοπρεπεστάτων:· | |
Τοῦ σοῦ λάτρου ἄζυγος θεοδοσίου:· | |
Τοῦ μετὰ πολλοῦ πόθου καὶ θυμιδίας:· | |
Καὶ σχέσει κτισάμενον τήνδε τὴν δέλτον:· | |
Εἰς λύτρον καὶ κάθαρσιν ἐμῶν σφαλμάτ(ων):· |
Type(s) | [2666] Ἡ τοῦ θείου πνεύματος πάντερπνος λύρα (31 verses) |
Text source | DBBE |
Text status | Text completely known |
Date | 1292 |
Manuscript | ATHENS - Byzantino kai Christianiko Mouseio 155 (Β.Μ. 2779) [1292] |
Place in Manuscript | f. 229v-230r |
Person(s) | |
Palaeographical information | The epigram is written in black ink. |
Contextual information | The epigram is followed by a non metrical colophon. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Subject(s) | |
Image source(s) | |
Bibliography |
Primary
|
Number of verses | 31 |
Acknowledgements |
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/18281 |
Last modified: 2020-12-17.