Type 2536
(formerly typ/623)
Πνευματικοῖς λόγοις ἤρδευσε τὸν κόσμον | |
Ἐφραὶμ ὁ κλεινὸς καὶ πολὺς ἐν τοῖς θείοις, | |
οὗ τὰ πονήματα ὃς συλλέξαι θελήσῃ | |
οὐχ οἷος τʹ ἔσται, καὶ γὰρ ἀπείρως ἔχει. | |
Ἀλλʹ ὦ φωτιστὰ τοῦ νοῦ, καὶ δότερ λόγου | |
Ἰησοῦ Χριστέ, Θεὲ καὶ σῶτερ φωτῶν. | |
Αὐτοῦ προσευχαῖς, καὶ πάντων τῶν ἁγίων· | |
δὸς ἡμῖν ποιεῖν ἅπερ καὶ μελετῶμεν, | |
ἵνα μὴ διπλῶς ἐκεῖ τιμωρηθῶμεν. | |
Μνήσθητι, Κύριε, τοῦ ἁμαρτωλοῦ Ἰωνᾶ. |
Last modified: 2019-07-04.