Type 2483
(formerly typ/562)
| Πύλην ἀπλανῆ τῆς γραφῆς, ὃς ἂν θέλῃ, | |
| ὀρθῶς διελθὼν καὶ συνηριθμημένως | |
| πάντων ἀκριβῶς τῶν ἐμῶν γινωσκέτω· | |
| ἐξ ὧν ἀμέμπτως οἴσεται κρίνειν λόγον, | |
| πτῶσιν, ἀριθμὸν, εἶδος, σχῆμα καὶ γένος. | |
| Σοφῷ λογισμῷ τοιγαροῦν προσερχέσθω, | |
| καὶ παιδοτρίβῃ κάραν ὑποκλινέτω· | |
| οὕτω γὰρ ἂν δρέψεται καλλίων ἄκρον. |
Last modified: 2020-03-20.
