Type 2359
(formerly typ/428)
Ἐκ παλαιοῦ ἤθροισε ῥήτορος γλώττης | |
ἀκροθίνια μαρτύρων, ἀποστόλων | |
πάντων προφητῶν, δικαίων καὶ ὁσίων | |
ἀριστεύματα κατὰ τοῦ ἀντιπάλου | |
Κωνσταντῖνος νέος, ὃς ποθήσας τούτων | |
τὰς ἀριστείας ἄνθεσιν ἀπανθίσαι | |
βιβλίοις τεῦξε παγκάλλους, εὐμεγέθεις, | |
ἤνθισεν, ἐποίκιλεν, ἤδη κατέχει. | |
Ἀλλʹ ὦ ἄναξ πάντων τε καὶ στεφοδότα, | |
δώρησαι τούτῳ τῆς στάσεως ἐκείνων. |
Last modified: 2019-05-22.