Type 2318
(formerly typ/373)
| Σιμιχίδα Θεόκριτε, σοφῶν ὀΐων ποιμάντορ | |
| καὶ τοκάδων αἰγῶν αἰπόλε μηκάδων, | |
| τὰς Ἑλικωνίτιδες βοτάναι θρέψαν καλλίστως· | |
| οὐ περὶ μάνδραν ἔδυν τεήν, ἀλλὰ σποράδας | |
| ἐξ ὀρέων συνέλεξα καὶ ἐς μίαν ἤγαγον μάνδραν | |
| βωκολικὰς Μοίσας, αἳ γέννημα σέθεν. | |
| οὐ πλειόνων δ’ ἐπέτυχον, ἐπεί γε μόλις καὶ τῶνδε. |
Last modified: 2021-03-04.
