Type 2258
(formerly typ/309)

Γέγραπται ἡ βίβλος αὕτη
παρ᾽ ἐμοῦ τοῦ ἐλαχίστου,
πένητος καὶ ἰδιώτου,
ξένου καὶ πτωχοῦ τῶν πάντων,
Ῥακενδύτου, μελενδύτου,
τάχα μοναχοῦ τοῦ δῆθεν,
οὗ τὸ ὄνομα τυγχάνει
Μακάριος, Χριστοῦ δοῦλος.
Ἀλλὰ δὴ ὁ ἔχων ταύτην
τὴν παροῦσαν λέγω βίβλον,
καὶ οἱ πάντες ὅσοι τύχουν
κατιδεῖν αὐτὴν πολλάκις,
μὴ μομφήν τινα τὴν πρός με
καταμέμψησθε οἱ πάντες·
μέμψεως καὶ γὰρ ὑπάρχω
ἄξιος ὑπὸ τῶν πάντων.
Ἀλλ' ἐπεὶ ἐγκεκλεισμένος
ἐν τῇ φυλακῇ ὑπῆρχον,
οὐχ ἑώρων σχεδὸν ὅλως
τὸ τί ἔγραφα ἐνταῦθα.
Διὰ τοῦτο γὰρ καὶ πάντων
τῶν γραμμάτων καὶ στοιχείων
ἄσημός ἐστιν ἡ θέσις
καὶ ἀνείδεος δι' ὅλου.
Ὁ γὰρ ἐν τῷ σκότει, φεῦ μοι,
καθεζόμενος, μὴ βλέπων,
πῶς καὶ γράμματα χαράξει,
ὥσπερ θέλει καὶ ὡς δεῖται;
Διὰ τοῦτο καὶ αἰτοῦμαι
μὴ μεμφθῆναι παρ' ὑμῶν γε
(...)
(...)
Ἀλλὰ μή τις ὑπολάβοι
ἐξ ὑμῶν τῶν ἀκουόντων,
ὡς δι' ἄλλην τιν' αἰτίαν
ἐν τῇ φυλακῇ ἐκλείσθην.
Ἄπαγε, καλέ μου φίλε,
ἀδελφὲ ἠγαπημένε,
ἐγὼ γάρ σοι τὴν αἰτίαν
σαφηνίσω, νὰ γινώσκῃς.
Ὡς γὰρ ἦμεν ἐν τῷ ὄρει
καθεζόμενοι ἡσύχως,
δύο τῶν Λατίνων ἦλθον
θέλοντες διαλεχθῆναι.
Ἡμεῖς δέ γε πρὸς αὐτούς τε
τὴν ἀλήθειαν εἰπόντες
καὶ ἀληθινὴν τὴν πίστιν
τὴν ἡμῶν ὁμολογοῦντες,
(...)
(...)
προύδωκαν ἡμᾶς ἐκ φθόνου
πρὸς τὴν κεφαλὴν τὴν τούτων.
(...)
(...)
αὖθις δὲ καταλαβόντες
καὶ ἐνώπιον τῶν πάντων
τὸν αὐτὸν τῆς ἀληθείας
λόγον εἴπαμεν οἱ πάντες
(...)
(...)
καὶ μὴ ἔχοντες τί δρᾶσαι
ἐκ τοῦ ἀμετρήτου φθόνου
Ἐν τῇ φυλακῇ τοὺς πάντας
ὡς δυνάσται καὶ κρατοῦσιν.
Ὦμεν γὰρ οἱ πάντες ἅμα
δεκατρεῖς τὸν ἀριθμόν τε.
Τὴν δὲ κάκωσιν τὴν τούτων
τίς ἰσχύσει πᾶσαν λέξαι;
Καθ' ἑκάστην γὰρ ἡμέραν
θανατοῦσιν ἡμᾶς πάντας.
Οὐχ ἡμέραν οὐδὲ νύκταν
φῶς ἰδεῖν παραχωροῦσιν,
ἀλλ' ἐν σκότει ὡς εἰς ᾅδην
κεκλεισμένους ἡμᾶς ἔχουν.
Λοιπὸν οὖν διὰ τὴν ἀγάπην
ἔγραψα τὴν βίβλον ταύτην
οὕτως νῦν ἐγκεκλεισμένος
ἐν τῇ ζοφερᾷ σκοτίᾳ.
Διὸ δὴ καὶ ἐρωτῶ σε
τὸν κατέχοντα τὴν βίβλον
μέμνησό μου, τὸν πτωχόν σου,
κἄν τε ζῶ, κἂν ἀποθάνω.
Ὑπὲρ γὰρ τῆς ἀληθείας
ἔχομεν θανεῖν ἑτοίμως·
διὰ τοῦτο καὶ ἐνταῦθα
ἐληλύθαμεν προθύμως.
Ἔχομεν δὲ κρατημένοι
ἐν τῇ φυλακῇ νῦν ταύτῃ
ἑπταμηνιαῖον χρόνον,
πληρουμένης καὶ τῆς βίβλου.
(...)
(...)
Τὸ δ' ἑξῆς ὁ θεὸς οἶδεν,
εἰς ἡμᾶς τοὺς πτωχοὺς ξένους.
Εἰς αὐτὸν γὰρ τὰς ἐλπίδας
προσδοκῶμεν καθ' ἡμέραν.
Αὐτοῦ δὴ καὶ προσκυνοῦμεν
ὅσα εἰς ἡμᾶς προστάξει.
Τήρει γοῦν μετ' ἀκριβείας
πάντα τὰ ἐν τῇδε βίβλῳ,
ὅπως τὴν ὠφέλειαν εὕρῃς
καὶ ψυχῇ καὶ σώματί σου.
Ἀμήν.
Text source S. Mercati 1970, Macaire Caloritès et Constantin Anagnostès, in S. Mercati (ed.), Collectanea Byzantina (vol. 1), Bari, 206-235: 232-233
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Person(s)
Poet
Makarios Kalorites
Metre(s) Octosyllable
Subject(s) Jesus Christ (10 BC-1 BC - 30-33)
Tag(s)
Critical Notes MCB I 232:
13 Τίνα τὴν Cod.: τινα Banescu: ut syllabam ab editore omissam suppleret κἄντινα coniecit Heisenberg, BZ 23 (1914: 273).
20 ἔγραφα sic cum augmento pro reduplicatione
33 Τὴν Cod.: emend. Heisenberg
50 κατ' ἐνώπιον Heisenberg
Comment Mercati (1970: 206-226) supposed that the author of the epigram was one of the thirteenth Cypriot monks killed by Latins in Cyprus on 19 May 1231.
Bibliography
Number of verses 103
Occurrence(s) [17691] Γέγραπτ(αι) ἡ βίβλο(ς) αὕτη
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Palat. gr. 367 (f. 136r-136v)
(92 verses)
Acknowledgements
Identification Vassis ICB 2005, 115: "Macarius Calorites, in finem libri quem scripsit"
Permalink https://www.dbbe.ugent.be/types/2258
Last modified: 2021-08-17.