Type 2234
(formerly typ/286)
| Ἡδὺ μέν ἐστι τοῖς ξένοις τὰ ἐν οἴκῳ· | |
| ἐμοὶ δὲ ἡδύτερον τῷ γεγραφότι· | |
| καὶ πληρώσαντι τὴν θείαν ταύτην δέλτον· | |
| ἐξ ἐπιτροπῆς τοῦ θείου παντευγενοῦς· | |
| κυροῦ Λέοντος τοῦ τῶν ἀρχόντων κλέους· | |
| τοῦ πανευσεβοῦς καὶ θεοφιλεστάτου· | |
| χριστομιμήτου καὶ πανευσυμποθήτου· | |
| διψῶν γὰρ αὐτὸς χρυσορείθρων ναμάτων· | |
| τῆς ὑπερτίμου καὶ θεοφθόγγου γλώττης· | |
| τοῦ σοφωτάτου τῶν σοφῶν διδασκάλου· | |
| Γρηγορίου λέγω δὴ τοῦ Θεολόγου· | |
| δέδωκεν ἐμοὶ τῷ οἰκτρῷ Γεωργίῳ· | |
| τῷ ἀναγνώστῃ καὶ ἑαυτοῦ τε δούλῳ· | |
| ἅπασαν τὴν ἔξοδον τῶν τε χαρτίων· | |
| μετὰ τοῦ γραψιμάτου καὶ τοῦ μελάνου· | |
| ἐγώ δε πεπλήρωκα τὴν δέλτον ταύτην· | |
| μηνὶ μαΐῳ ἰνδικτιώνης ἕκτης· | |
| τοῦ ἔτους ἑξὰς ἑξάχι καὶ πεντήντα· | |
| συναριθμούσης καὶ τῆς λοιπῆς δυάδος. | |
| Δεῦρο δὴ λοιπὸν κορωνὶς τῶν ἀρχόντων· | |
| σὺν ἅμα ἐμοὶ τῷ οἰκτρῷ· (...) |
Last modified: 2021-12-01.
