Type 2094
(formerly typ/164)
Τὸν ἐκ τελώνου θαύμασον θεηγόρον | |
Εὐαγγελιστὴν πρῶτον ἐκλελεγμένον, | |
ὀλέθριον λιπόντα κέρδος χρημάτων | |
καὶ ζῶντα κερδάναντα τὸν Θεὸν Λόγον, | |
ἔθνη μαθητεύσαντα πάντα καὶ κόσμον, | |
καλῶς τελωνήσαντα καὶ σωτηρίως. | |
Ματθαῖος οὗτος, ὃς διδάσκει συγγράφων, | |
ὡς ἐν σαγήνῃ τῇ θεοπλόκῳ βίβλῳ | |
πλέκων τὰ θεῖα τοῦ κενωθέντος Λόγου | |
καὶ σάρκα προσλαβόντος ἐκ τῆς Παρθένου, | |
τῷ ζῶντι καὶ τρέφοντι τὰς ψυχὰς λόγῳ | |
ζωγρεῖ πρὸς εὐσέβειαν ἀνθρώπων γένος. |
Last modified: 2019-09-04.