| +Γένος πινδάρου διὰ στίχων ἡρωικῶν |
| |
| πίνδαρον ὑψαγόρην καδμηΐδος οὔδεϊ θήβης‧ |
| κλειδίκη εὐνηθεῖσα μενεπτολέμω δαϊφάντη,? |
| γείτονα ναιετάουσα κυνὸ(ς) κεφαλῆ(ς) περιχώρῳ‧ |
| οὐκ οἶον γ’· ἅμα τῶ, κ(αὶ) ἐρείτιμον, εἰδότα θήρην‧ |
| εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ’ ἀλεγεινήν‧ |
| τὸν μὲν ὅτε κνώσοντα ποτὶ χθόνα κατέθετο μήτηρ |
| ἥδ’ ἔτι παιδίον ἐόντα, μέλισσά τις (ὡς) ἐπὶ σίμβλω |
| χείλεσι νηπιάχοισι τιθαιβώσουσα ποτᾶτο‧ |
| τῷ δὲ, λιγυφθόγγ(ων) ἐπέ(ων) μελέ(ων) θ’ ὑποθήμων |
| ἔπλετο δῖα κόριννα θεμείλια δ’ ὤπασε μύθ(ων). |
| τὸ πρῶτον μετὰ τήν δ’ ἀγαθοκλέ(ος) ἔμμορ(εν) αὐδῆς‧ |
| ὅς τε ῥά οἱ κατέληξ(εν) ὁδ(ὸν) κ(αὶ) μέτρον ἀοιδῆς |
| εὖτε δ’ ἀλεξάνδροιο φιλιππίδαο μενοινῆ, |
| καδμεί(ων) ἀφίκοντο μακηδόν(ες) ἄστεα πέρσαι, |
| πινδαρέων μεγάρ(ων) οὐχ’ ἥψατο θεσπιαδ(ὲς) πῦρ‧ |
| ἀλλὰ τὸ μὲν, μετ’ ὄπισθεν· ἔτι ζώοντι δ’ ἀοιδῷ, |
| φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ πυθ(οῦς)? |
| σιτία κ(αὶ) μέθυλαρ(ὸν) ἀεὶ θήβην δε κομίζειν‧ |
| καὶ μέλος ὡς ἐνέπουσιν ἐν οὔρεσ(ιν) ἠύκερος πᾶν |
| πινδάρου αἰὲν ἄειδε‧ καὶ οὐκ ἐμέγειρ(εν) ἀείδ(ων) |
| ἦμος δ’ ἐν μαραθῶνι καὶ ἐν σαλαμῖνι παρέσταν |
| αἰναρέται πέρσαι μετὰ δάτιδος ἀγριοφώνου, |
| τῆμος τότε ζώεσκ(εν), ὅτ’ αἰσχύλος ἦν ἐν ἀθήναις, |
| τῷ δὲ τιμοξείνη παρελέξατο διὰ γυναικῶν‧ |
| ἣ τέκεν εὔμητιν μεγαλήτορα κ(αὶ) δαΐφαντον |
| πρωτομά δ’ ἐπὶ τοῖσιν· ἔμελψε (δὲ) κῦδος ἀγών(ων) || |
| τῶν πισύρων μακάρ(ων) παίον(ας) ἐνδὲ |
| καὶ μέλος ὀρχηθμοῖσι‧ θεῶν τ’ ἐρικυδέ(ας) ὕμνους‧ |
| ἠδὲ μελιφθόγγ(ων) μελεδήματα παρθενικά(ων)‧ |
| τοῖος ἐὼν καὶ τοῖα παρὼν κ(αὶ) τόσσα τελέσσ(ας), |
| κάτθαν(ε)ν ὀγδώκοντα τελειομέ(νων) ἐνιαυτῶν:- |