| τόυτους μὲν ἐξέθετο | πατρίκιος ἐπίσκοπος· | ἡ δὲ ἀπολογία εὐδοκίας αὐγούστης τῆς | ἀθηναίας τῆς γυναικὸς θεοδοσίου αὐ|γούστου τοῦ νέου υἱοῦ ἀρκαδίου βασιλέ(ως) αὕτη· | |
| Ἧδε μὲν ἱστορίη θεοπρεπέος ἐστὶν ἀοιδῆς | |
| πατρίκιος δ’ ὃς τήνδε σοφῶς ἀνεγράψατο βίβλον | |
| ἔστι μεν ἀενάοιο διαμπερὲς ἄξιος αἴνου | |
| οὕνεκα δὴ πάμπρωτος ἐμήσατο κύδιμον ἔργον | |
| ἀλλ’ ἔμπης οὐ πάνυ ἑτήτυμα πάντ’ ἀγόρ(ευ)εν | |
| οὐδέ μεν ἁρμονίην ἐπέων ἐφύλαξεν ἅπασαν | |
| οὐδὲ μόνων ἐπέων ἐμνήσατο κεῖνος ἀείδαν | |
| ὁππόσα χάλκεον ἦτορ ἀμεμφέος εἶπεν ὁμήρου· || | |
| ἀλλ’ ἐγὼ ἡμιτέλεστον ἀγακλεὲς ἔργον εἵδον (?)· | |
| πατρικίοιο σελίδας ἱερὰς μετὰ χεῖρα λαβοῦσα | |
| ὅσσα μὲν ἐν βίβλοισιν ἔπὶ πελέον οὐ κατὰ κόσμον | |
| πάντ’ ἅμυδις κείνοιο σοφῆς ἐξείρυσα βίβλου· | |
| ὅσσα δ’ ἐκεῖνος ἔλιπεν ἐγὼ πάλιν ἐν σελίδεσιν | |
| γράψα. καὶ ἁρμονίην ἱεροῖς ἐπέεσσιν ἔδωκα· | |
| Εἰ δέ τις αἰτιόωτο καὶ ἡμέας ἐς ψόγον ἕλκοι. | |
| δοιάδες οὕνεκα πολλαὶ ἀρίζηλον κατὰ βίβλον | |
| εἰσὶν ὁμηρείων τ’ ἐπέων πόλλ’ οὐ θέμις ἐστὶν. | |
| ἴστω τοῦθ’ ὅτι πάντες ὑποδρηστῆρες ἀνάγκης· | |
| Εἰ δ’ ὅστις ὑμνοπόλοιο σαόφρονα τιτανοῖο | |
| μολπὴν εἰσαίων σφετέρην τέρψειεν ἀκουὴν, | |
| δοιάδας οὔνεκα κεῖνος ὁμηρείων ἀπὸ βίβλων | |
| οὔ ποτε συγχέας σφετέρη ἐνεθήκατο δέλτω | |
| οὐ ξένον· οὕνεκα κεῖνος ὁμηρείας ἀπὸ μολπῆς | |
| κεῖνα γὰρ ἐξ ἐπέων σφετέρων ποίησεν ἀοιδὴν | |
| τρώων ἀργείων τε κακὴν ἐνέπουσαν ἀυτὴν | |
| ὥς τε πόλιν πριάμοιο διέπραθον υἷες ἀχαιῶν || | |
| αὐτὴν τροίαν ἔχουσαν ἐν ἀργαλέω κυδοιμῶ | |
| μαρναμένους αὐτούς τε θεούς. αὐτούς δὲ κ(αὶ) ἄνδρ(ας) | |
| οὕς ποτε χαλκεόφωνος ἀνὴρ ἀύτησεν ὅμηρος | |
| πατρίκιος· ὃς τήνδε σοφὴν ἀνεγραψατο δέλτον· | |
| ἀντὶ μὲν ἀργείων στρατιῆς, γένος εἶπεν ἑβραίων· | |
| ἀντὶ δὲ δαιμονίης τε καὶ ἀντιθέοιο φάλαγγος. | |
| ἀθανάτους ἤεισε καὶ υἱέα καὶ γενετῆρα· | |
| ἀλλ’ ἔμπης ξυνὸς μὲν ἔφυ πόνος ἀμφοτέροισιν· | |
| πατρικίω· κἀμοὶ καὶ θηλυτέρη περ ἐούση∙ | |
| κεῖνος δ’ ἤρατο μοῦνος ἐν ἀνθρώποισι μέγα κῦδος· |
| Type(s) | [7050] Ἧδε μὲν ἱστορίη θεοτερπέος ἐστὶν ἀοιδῆς (38 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 10th c. |
| Manuscript | PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 388 [10th c.] |
| Place in Manuscript | f. 2v-3v |
| Palaeographical information | The epigram was added a century later by another hand. |
| Contextual information | The epigram precedes the Homerocentones along with another epigram, written by the same hand. |
| Metre(s) | Dactylic hexameter |
| Genre(s) | |
| Subject(s) | |
| Comment | According to Rey (1998: 89), the epigram was added a century later by another hand. |
| Image source(s) | https://gallica.bnf.fr/ark:/12148/btv1b8470200p/f10.image |
| Bibliography | |
| Number of verses | 36 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | https://www.dbbe.ugent.be/occurrences/26573 |
Last modified: 2021-02-20.
