| Τοῦ αὐτοῦ ὡς ἐκ μέρους τοῦ παλατίου αὐτοῦ | |
| Οὐκ ἀνέμων βία με συντρίβει τόσον | |
| οὔτ᾿ἀστραπῆς ὁ κτύπος ἢ βροχῆς χύσις | |
| ὅσον θυμοβλαβής τε τήκει με φθόνος | |
| φαρμακοπνεύστων βασκάνων Ὑδρουντίων, | |
| οἵτινες οὐ παύουσιν ὀφθαλμῶν κόραις | |
| ὡς πετροπομποῖς ὀργάνοις κατατρίβειν | |
| τὸν εὐτυχῆ με καὶ περίφημον δόμον | |
| τὸν συνανυψωθέντα χρημάτων βάρει | |
| κεκτημένων τε χερσὶ ταῖς Ἰωάννου | |
| οὗ τοῖς βροτοῖς ἄφθαρτον ἔσται τὸ κλέος. |
Last modified: 2023-01-20.
