Occurrence 26009
(formerly occ/10052)
Σοφοκλέους δράμα τρίτον· ὑπόθεσις οἰδίποδος τυ|ράννου:+ | |
Λιπὼν κόρινθον οἰδίπους π(ατ)ρ(ὸ)ς νόθος, | |
πρὸ(ς) τῶν ἁπάντων λοιδορούμενος ξένων, | |
ἦλθε πυθέσθαι μαντικῶν θεσπισμάτων | |
αὐτω δὲ συνὴν (?) τῆς ελαίος θέλων | |
μαθεῖν δι' αὐτὸν έν τίνι τόπω πέλει, | |
νείκης ἐγερθείσης δὲ παρ' αὐτῶν τάλας, | |
παῖς π(ατέ)ρα κτείνει τε καὶ ὑπηρέτας | |
κρέων δὲ πεμφθεὶς δελφικὴν πρὸ(ς) ἑστίαν, | |
ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα, | |
τὸν λαΐειον ἐκδικηθῆναι μόρον· | |
ὄθεν μαθὼν οἰδίπους ἀυτὸν ὡς πέλειν | |
τὸν αὐτοφόντην αὐτοῦ π(ατ)ρ(ὸ)ς λαΐου, | |
κόρας κατησβόλωσεν αὐτοῦ ὀμμάτ(ων) | |
πόρπαξι δεινῶς ὑστερηθεὶς τοῦ φάους:+ |
Last modified: 2021-02-16.