| Ἥδ᾽ ἡ τετρακτὺς τῶν θεοπνεύστων βίβλων, | | |
| τῶν παρὰ παῦλου καλῶς συντεθειμέν(ων), | | |
| τοῦ κτήτορός τε τῆς μονῆς κ(αὶ) ποιμένο(ς), | | |
| Εὐεργέτιδος τῆς σεβασμιωτάτ(ης), | | |
| ἀφιερώθη τῇ μονῇ Γαλησίου· | | |
| ἡ μὲν δυὰς, πρὶν παρὰ θεοδωρίτου· | | |
| ἀνδρὸς μονήρει διαπρέψαντος βίῳ· | | |
| ἡ δ’ αὖ γε λοιπὴ διπλενὰς τῶν πυξίων, | | |
| πρὸς μακαρίου τοῦ μοναστῶν ἐκκρίτου | | |
| καὶ τοῦ μοναχοῦ τανῦν ἀθανασίου· | | |
| τοῦ μὲν χειρὶ γνώμῃ τε πλουσιωτάτῃ, | | |
| τὰ σωματῶα ταυτὶ παρεσχηκότος· | | |
| τοῦ δ’ ὡς ἐφικτὸν ταῖν χεροῖν γεγραφότος. | | |
| οἳ ταῖς ἑαυτῶν κλήσεσι δηλοῦσί πως, | | |
| ὡς αἵδε δῶρον εἰσὶ τοῦ θ(εο)ῦ λόγου· | | |
| καὶ τοῖς διεξιοῦσι ταύτας ὡς δέον, | | |
| μακαρίαν νέμουσιν ἀθανασίαν· | | |
| καὶ μακαρισμὸν ἀθάνατον τοῖς πᾶσι | | |
| Ταῦτα μαθόντες ἅπας οὖν ἐντυγχάνων, | | |
| μὴ τοῖς ὁρατοῖς γράμμασι τοῦ βιβλίου, | | |
| ἐναπομείνης οὐ φρενῶν εὐβουλίᾳ· | | |
| μὴ δ’ αὖθις αὐτῶν τοὺς τύπους ἀπεικότως, | | |
| τῶν λέξεών τε καταγνῶς τὰς συνθέσεις. | | |
| μήτ’ ἀλόγως ἐννοίας αὖ τὰς τῶν λόγων, | | |
| ὡς ἄλογός τις, κακίσῃς τὰς ἐλλόγους· | | |
| ἀλλ’ ὡς ἐχέφρων τὴν δύναμιν τῶν λόγων· | | |
| τὴν ἁπλοικῇ συντεθειμένην φράσει· | | |
| ἐν νῷ σκοπήσας καὶ καλῶς βασανίσας· | | |
| καὶ σὺν θ(ε)ῷ γνοὺς ἁπλότητι καρδίας· | | |
| ἄλλως γ(ὰ)ρ ὡς δεῖ γνωριεῖ τις οὐδόλως | | |
| εἰ μὴ δι’ ἁπλότητος ἂν τῆς ἁγίας, | | |
| ὄπισθεν αὐτῶν ἀμεταστρεπτὶ δράμε· | | |
| ὁσημέραι σὸν φίλων ἀλείφων νόα· | | |
| καὶ δαψιλῶς γάλακτι τῷ τούτων τρέφων· | | |
| πρὸς ἀρετῶν τε θείαν ἰθύνων τρίβον· | | |
| καὶ γυμνὸν αὐτὸν γηΐνου παντὸς πράγους, | | |
| θ(ε)ῷ παριστῶν τῶν ὅλων καὶ δεσπότῃ· | | |
| εἴ που δὲ καί τι σκῶλον αἴφνης ἐμπέσῃ, | | |
| ὡς ἄγαν οὔσης στενοτάτης τῆς τρίβου | | |
| πεφύκασι γ(ὰ)ρ ταῦτα ταῖς στεναῖς ὁδοῖς, | | |
| ῥάβδῳ προσευχῆς νήψεως μύωπί τε | | |
| σύντριψον, ἀφάνισον αὐτὸ συντόμως· | | |
| μήπως ἐαθὲν ἀμελῶς βραχεῖ χρόνῳ, | | |
| πλήξῃ βιαίως λάθρα καὶ τραυματίσῃ, | | |
| ψυχῆς τὸ κάλλος κ(αὶ) πρὸς ἅδην ἀγάγη· | | |
| γίνωσκε δ’ αὖθις ὡς ἅπαντες οἱ λόγοι· | | |
| τῶν θειοτάτων ἁγίων τε πατέρων, | | |
| οὐκ ἐκ σοφίας τῆσδε τῆς ἀνθρωπίνης· | | |
| ἀλλ’ ἀπὸ τῆς ἄνωθεν εἰσὶν ἠγμένοι· | | |
| καὶ πν(ευμ)ατεμφόρως μὲν ἠγορευμένοι, | | |
| πάσης δε καλῆς διδαχῆς πεπλησμένοι· | | |
| ψεύδους τε πάντες πάμπαν ἀπηλλαγμένοι, | | |
| καὶ παντός ἄλλου πλάσματος κακοτρόπου· | | |
| εἴ σοι δ’ ἑαυτοῖς τινὲς ὡς ἐναντίοι, || | |
| δοκοῦσιν ἐκ σῆς ἀτελοῦς θεωρίας, | |
| πίστευε τῇ σῇ μηδόλως διακρίσει,· | |
| ἀλλ’ ἀγνοεῖν δόξαζε τούτων τὸ σθένος, | |
| καὶ σπεῦδε τούτους ταχέως παρατρέχειν· | |
| ἢ τοῖς γέρουσι τῷ νοῒ καὶ τῷ βίῳ, | |
| ἄγγελε τρανῶς ἁπλότητι καρδίας· | |
| καὶ θερμότητι πίστεως ἄνευ δόλου· | |
| καὶ δὴ μαθήσῃ σὺν θεῷ καλῶς τότε, | |
| τὴν γνῶσιν αὐτῶν πλείοσι τὴν κρυφίαν, | |
| κ(αὶ) χαρμονικῶς τὸν κ(ύριο)ν δοξάσεις· | |
| τὸν ἐνθέοις πρίν χείλεσιν εἰρηκότα, | |
| αἰτεῖτε κ(αὶ) λήψεσθε πίστει καρδίας· | |
| ἔργοις δὲ τανῦν τοῦτο πληροῦντος ξένως· | |
| ὃν εὐλογεῖν, ὑμνεῖν τε καὶ μεγαλύνειν, | |
| μὴ δῆτα παύσῃ χείλεσι καὶ καρδίᾳ· | |
| ὅπως λιταῖς σαῖς νεύσας ὡς εὐεργέτης, | |
| τὸ καρδίας κάλυμμα, τῆς σῆς ἐξάρῃ, | |
| περιβαλῇ τε διακρίσεως φάος· | |
| καὶ γνώσεως ἔλλαμψιν αὐτὴν ἐνδύσῃ· | |
| καὶ τηνικαῦτα καθαραῖς νοὸς κόραις, | |
| ἀσκαρδαμυκτὶ καθορᾶν ἐξισχύσεις | |
| γραφῆς πρὸς αὐτὸ τῶν νοημάτων βάθος· | |
| κἀκ τοῦδε πάλιν ὀξέως ἀναδράμῃς, | |
| πρὸς τὴν λοφιὰν τῆς ἀρετῆς ἧς ἄπο, | |
| θ(εὸ)ν νοηταῖς κατίδῃς βλεφαρίσιν· | |
| ἔτι δὲ καὐτὸς εὐμενῶς καὶ γνησίως, | |
| ἐπὶ σὲ βλέψει καὶ φρυκτωρήσει ξένως· | |
| καὶ τὴν πρὸς αὐτὸν πλουτίσει παρρησίαν, | |
| δι’ ἧς δυνήση τῷ βροτουργῷ δεσπότῃ, | |
| ἁβρῶς ὁμιλεῖν ἀπτοήτῳ καρδίᾳ· | |
| παρ’ οὗ μαθήσῃ παραδόξων μυήσεις· | |
| μυστηρίων τε γνῶσιν ἀρρητοτρόπων· | |
| καὶ πρὸς γε τούτοις, ἐξαναστῇς πρὶν θάνης· | |
| κἀκ τῶν ῥεόντων ἀπτέρῳ νοὸς τάχει, | |
| μονὰς μεταβῆς πρὸς τὰς ὑπερκοσμίους, | |
| καὶ καταπαύσεις πρὸς τῶν αὐτῶν τεχνίτην· | |
| Ὅν ξεῖνε δυσώπησον εὐνοίας χάριν, | |
| κἀμοὶ παρασχεῖν λύσιν ἀμπλακημάτων· | |
| τῷ τῶν μοναστῶν τῷ βίῳ καὶ τῷ τρόπῳ, | |
| ἐκτρώματι φεῦ, καὶ τεθανατωμένῳ | |
| κατ’ ἀντίφρασιν κλήσεως τῆς ἰδίας, | |
| ταῖς βαρυτάταις ψυχικαῖς ἀρρωστίαις. | |
| ὃν νῦν ἀτέχνως· ἀφυῶς. ἐσφαλμένως, | |
| γέγραφα ταῦτα, καθ’ ὑπακοὴν τάχα, | |
| Ἰωσὴφ | τῆσδε | τῆς | μονῆς τοῦ μνήστορος· | | |
| ἐμοῦ δὲ | πατρὸς | καὶ σο|φοῦ δι|δασκά|λου. |
Last modified: 2023-08-30.
