| ἀνδρονίκου βυζαντίου ἐπίγραμμα ἐν ἑξαμέτρα, εἰς τὸ | βησσαρίωνος καρδινάλε(ως), κ(αὶ) π(ατ)ριάρχου κωνσταντινουπόλε(ως) ὑπὲρ πλάτωνος βυβλίον: | |
| ιγλήεις παράδεισος μουσῶν ἀγλαὸν ἄλσος | |
| ἥδε βύβλος τελέθει, σοφίην αὐχοῦσα πλάτωνος· | |
| τήν. χαρίτεσσιν ὑφήνας βησσαρίων θεοειδής, | |
| παντοίης σοφίης ὑποθημοσύνας ἐνέπασσεν· | |
| καί μιν ἐπισταμένως πραπίδεσσιν ἑῆσιν ἀρηρὼς, | |
| θῆκεν ἅπασι βροτοῖς μέγ’ ὄνειαρ θαῦματ᾽ ἰδέσθαι· | |
| ὃς δή κεν ποθέησι πλάτωνος δόγματα κεδνὰ | |
| ἠδ᾽ ὑψηγορίην στήθεσσιν ἑοῖσι δαμῆναι, | |
| δεῦρ᾽ ἴτω. ἡδυπνόου λειμῶνος ἀπ᾽ ἀθανάτοιο | |
| ἄνθεα δρεψόμενος σοφίης καλὰ τηλεθόωντα· | |
| καί μιν ὀΐω μᾶλλον τέρψεσθαι φίλον ἦτορ, | |
| ἐνδυκέως ὅς μιν μετιὼν ἐπὶ θυμὸν ἐρείση· | |
| ἢ τέρποιθ’ εὑρὼν ἄφενος καὶ ἀθέσφατον ὄλβον, | |
| ἰνδίη ὅσσα φέρησιν ἰδ᾽ ἀραβίη ἐρατεινὴ· | |
| τῇ μὲν γὰρ ψυχὴν ὀνίνησιν. τῆ δ᾽ ἄρα σῶμα· | |
| ἤδη καὶ πέπλον εἶδον ἀθηναίης ἐνὶ βωμῷ, | |
| λαμπρόν τ᾽ ἠδ’ ἐρίτιμον, δαίδαλα πάντα φέροντα· || | |
| ἀλλ᾽ οὐ τόσσον ἔην δαιδάλμασι κεῖνος ἀγαυὸς, | |
| ὅσσον ἄρ᾽ αὐτὴ μαρμαίρησι βύβλος ἐραυγὴ· | |
| οὐδὲ τόσ᾽ ἔργα ἔην ἀσκητὰ πέπλῳ ἐνὶ κείνῳ, | |
| ὁππόσ᾽ ἄρ᾽ εἰν αὐτῇ θεοείκελα ἔργα τέτυκται, | |
| τερπνά τε καὶ χαρίεντα· θεοῦ κεν ὑφάσμ(α)τ(α) φαίης· | |
| ὅσσα γὰρ ἔργ᾽ ἀριδείκετα τῆς φύσιος τελέθοντι, | |
| ἠδ᾽ αὖ ὅσσα ὑπὲρ φύσιν· οὐρανίης ἐριτίμου | |
| δῶρα πέλοντι, ἰδ᾽ ὅσσα πρὸς ἦθος ῥυθμίζοντι, | |
| ὁππόσα τ᾽ αὖ διαλέξιος ἔκγονα καλλιόπης τε, | |
| πασάων ἐρικυδέα δῶρα βύβλῳ ἐνὶ τῇδε. | |
| εὖ δὴ πάγχυ γε καὶ κατὰ μοῖραν ἅπαντα γέγραπται· | |
| πάντα δ᾽ ἀληθείης ἱερῆς καλὰ τέκνα πέλοντι· | |
| ταύτῃ καὶ γὰρ χραισμῶν βησσαρίων θεοειδὴς, | |
| τήνδε μάλ᾽ εὐφραδέως συνύφην᾽ ἐριθηλέα βύβλον, | |
| παύσας γραμματολοιγὸν νημερτοκτασιάων· | |
| ὃς βοόων μὰψ κοὐ κατὰ μοῖραν ἔριζε πλάτωνι, | |
| οὐδὲν ὅλως εἰδὼς σοφίης ὑποθημοσυνάων· | |
| ἀλλὰ σὺ χαῖρε πλάτων, πρόμον αὐχῶν βησσαρίωνα, | |
| δῖον· ὃ δήτοι αἰὲν ἀεικέα λοιγὸν ἀμύνει· | |
| ὃς καὶ τήνδε τέτευχε καλὴν δέλτον. μέγα ἔργον, | |
| ἠδὲ τεῆς σοφίης μνημήϊον ἐσσομένοισιν· || | |
| ἀλλ᾽, ὦ βησσαρίων μάκαρ, οὖλέ τε καὶ μέγα χαῖρε· | |
| σεῖο δ᾽ ἀεὶ φάτις ἄμβροτος οὐρανὸν εὐρὺν ἱκάνοι· | |
| οὕνεκά σ᾽ ὑψιμέδων θεὸς ἄφθιτος αἰθέρι ναίων, | |
| ὄλβιον οἷς δώροισι μετ᾽ ἀνθρώποισιν ἔθηκε, | |
| παντοίην ἀρετὴν ἠδὲ κλέος ἐσθλὸν ὀπάσσας· | |
| αὐτὰρ ἐγὼ σέο καὶ μετέπειτα μνήσομαι αἰὲν | |
| σὴν σοφίην θάμα κλείων πᾶσι μετ’ ἀνθρώποισιν, | |
| σήν τ᾽ ἀγανοφροσύνην, σὴν μειλιχίην τε· | |
| λισσόμενος κρατερὸν θεὸν ἄμβροτον ἀρχὸν ὀλύμπου, | |
| ὄφρα τοι ἐς πολέας λυκάβαντας γῆρας ὀπάζη | |
| ὄλβιον, ἄκρον ἀωτεῦντι σοφίης ἁγνὸν ἄνθος: + |
Last modified: 2024-03-05.
