Occurrence 22114
(formerly occ/5985)
Ἀρσενίου ἁμαρτωλοῦ μικροῦ μοναχοῦ πατελλαρίτου καὶ ἀρχιδιακόνου γεγονότος ἐπίγραμμα ἰαμβικὸν εἰς τὸν πανδέκτην | |
Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα Οἱ περὶ τὸν Αἴαν | |
πολλοὶ μὲν εἱρμὸν εἴρμοσαν συγγραμμάτων, | |
πολλοὶ τέτευχαν ἐν μέτρους ῥαψωδίας, Οἱ περὶ τὸν Ὄμηρον | |
πολλοὶ δ᾽ ἐνεῖραν δυσσόφους σοφουργίας, Οἱ περὶ τὸν Δημοσθένην | |
πολλοὶ δ᾽ ἐμουσούργησαν εὐμελουργίας, Οἱ περὶ τὸν Πλάτωνα | |
πολλοὶ δὲ φαντάσθησαν ἀστέρων δρόμους, Οἱ περὶ τὸν Πτολεμαῖον | |
πολλοὶ δ᾽ ἔφευρον τεχνικὰ χθονὸς μέτρα, Οἱ περὶ τὸν Εὐκλείδαν | |
πολλοὶ δέδειχαν ψηφαριθμολεξίαν | |
πολλοὶ δ᾽ ἔπλεξαν ἀργολεπτομετρίαν˙ | |
τούτων δε πάντων ἡ βοὴ τῶν σκεμμάτων | |
πέπαυται καὶ τέθαπται συγκεχωσμένως, | |
εἰ καὶ δοκεῖ πῶς μικροβλαστεῖν ὡς χλόη, | |
ἀλλ᾽ οὖν τεφροῦται χορτικῶς κεκαυμένη | |
τῇ χριστοπύρσῳ καὶ σοφῇ λαμπηδόνι. | |
Χριστοῦ τὸ πῦρ γὰρ εἰσδραμών κόσμον κάτω | |
καίει δροσίζει διπλενεργήτῳ φύσει, | |
τ᾽ ἀκανθοραχνόπλεκτα φύλλα συμφλέγον, | |
τ᾽ ἀπιστογνωμόβλαστα δ᾽ ἄνθη συστρέφον. | |
Τὸ πῦρ δὲ τοῦτο πυρβολεῖται πυρφόρως | |
τῷ τῶν πατέρων γνωστικῷ πυρεκβόλῳ˙ | |
τῷ γὰρ σιδήρῳ δηλαδὴ σφῶν νόων, | |
πυρ ἐγκυωθήξαντες ἐν Γραφῆς λίθῳ, | |
ἐξήψαν ὡς πῦρ πνευματέμπυρον λόγον | |
εἰδωλολάτρων πυρπολοῦντα τοὺς ψώφους | |
καὶ χριστολάτρων φωτιοῦντα τοὺς τρόπους. | |
Ἐξ ὧν πατέρων, ἄστρον ὡς ἑωσφόρων, | |
Ἀντίοχε, τέταλκας ἐκ Γαλατίας. | |
Καὶ γὰρ πεφευγὼς ἐκ σκότους Αἰγυπτίου, Ὡς Μωϋσῆς | |
πλήξας πατάξας τὴν θάλασσαν τοῦ βίου | |
τῇ πρακτικῇ σου κ΄ ἀνδρικῇ βακτηρίᾳ, | |
ἐχθροὺς πέπνιχας, δαιμόνων τοὺς ἱππέας, | |
ἀνενδότοις σου ταῖς ῥοαῖς τῶν δακρύων | |
Ὅθεν παρελθὼν τὴν παθὼν ἐρημίαν | |
εἰσῆλθεν ἔνδον τοῦ γνόφου τῶν συμβόλων, | |
κἀκεῖθεν ἀντλῶν δογμάτων τὰς ἐμφάσεις Ὡς Βεσελεὴλ | |
σκεινὴν τελουργεῖς ψυχοσώστιδα σφόδρα. | |
Ἐκ τῶν δρυμόνων τῆς νέας Σιὼν ὄρους Ὠς Ἰησοῦς | |
αὖθις διατμὼν τοὺς Ἰορδάνου ῥόας | |
τὴν πλημμύρειθρον τῶν λογισμῶν συρμάδα | |
εἰς γῆν καταντάς τὴν μελίρρυτον λίαν | |
ἀφ᾽ ἧς τὸ ῥαμνάκανθον ἐκόπασας γένος˙ | |
κατεπλάτυνάς τῆς νοητῆς ἀμπέλου | |
τὰ χρηστόκαρπα κλήματα ξενοτρόπως, | |
ὀρθοφρονοῦντα πρὸ προσώπου Κυρίου. | |
Κριτὴς δὲ ταχθεὶς Ἰσραὴλ χριστωνύμῳ Περὶ Γεδεών | |
κρατεῖς κραταιῶς ἐγκατείας το σθένει | |
τῶν ἀλλομόρφων σαρκικῶν σκιρτημάτων. | |
Δεδεγμένος δ᾽ ἄνωθεν ὀμφὰς παιδόθεν, Ὡς Σαμουὴλ | |
χρίεις μυρίζεις ἐκ πανευώδους μύρου | |
ἀνάκτα Δαυίδ, τὸν παθοκτόνον νόα, | |
γηγαντιαῖον τὸν Σατᾶν ἀκοντίσων | |
τῇ πιστοκλόθῳ κ΄ ὀρθοδόξως σφενδόνῃ. Ὡς Δαυίδ | |
Σοὶ προσβαλὼν γάρ, τὴν ὀφρὺν ἐπηρμένος | |
μήνιγγι κρουσθεὶς πρὸς χάος κατερράγη. | |
Ἐντεύθεν ὄμβρους τῶν ἄνωθεν χευμάτων Ὡς Σολομών | |
λαβὼν πέπλησαι πνευματενσόφων λόγων | |
ὡς εὐσεβόφρων καὶ σοφὸς παθοκράτωρ. | |
Λοιπὸν καθαρθεὶς ἄνθρακι χριστεμπύρῳ Ὡς Ἠσαίας | |
τὸν Σενναχειρὶμ τὴν ἀσσύριον φλόγα | |
τρέψας πέπληχας τοῦδε τὴν πανοπλίαν | |
ἐντευκτικῷ σου καὶ στενακτικῷ βέλει. | |
Ἔχων δ᾽ ἀνήχθης ὕψος εἰς θεωρίας | |
τέτρουρον ἄρμα, τὴν τετράπλοκον δέσιν | |
τῶν πρωταρίθμων ἐντολῶν, τὰς ἐξόχους | |
ἡμῖν λελοιπὼς ὥς γε μηλωτὴν βίβλων, Ὡς Ἠλίας | |
τίτλον φέρουσαν ἡδεών διδαγμάτων | |
ψεκαδραμοῦσας ἐξάδας τε χ᾽ ἑπτάδας. | |
δι’ ἦς μεμιχὼς τῆς Γραφῆς τῇ κακάβῃ | |
τὴν χριστάλευρον τῶν νοημάτων δράκα | |
τὰς πικροβρότους τῆς τεθλιμμένης τρίβου | |
χλόας, γλυκαίνεις τοὺς λιμόττοντας τρέφων. | |
οὐκ ἔστι πείσας τῶν ἄνω γλυκασμάτων | |
πρῶτον μετασχεῖν πρὶν φαγεῖν τὰς πικρίδας | |
τῶν ἐργομόχθων τῆς στενῆς ὁδοῦ πόνων. | |
Σὺ καὶ προγνωσθεὶς κρείττονι προμηθείᾳ Ὡς Ἱερεμίας | |
ἐπεσφραγίσθης μητρικῆς ἐκ κοιλίας | |
κῆρυξ ἀγνοστόλεπτος ἡγιασμένος | |
καὶ θρηνοπενθὴς Ἱερουσαλὴμ πάλιν. | |
Ὡς δ᾽ ἐγκρατευτῆ τῶν καθηδονευμάτων Ὡς οἱ τρεῖς παῖδες | |
τὴν περσικήν τε καὶ παφλάζουσαν φλόγα, | |
τὴν σαρκογαργάλιστον οἰστροπορνίαν, | |
σβέσας, καταθλᾷς τὰς λεοντίους μύλας Ὡς Δανιήλ | |
ἀποστομώσας πτωχομετρίας κάμῳ. | |
Τὴν δ᾽ αἰχμάλωτον ἀζύγων κληρουχίαν | |
τῇ χρηστομοίῳ καὶ σοφῇ παραινέσει | |
παλινδρομεῖν πέπεικας εἰς τὴν πατρίδα Ὡς Ζοροβάβελ | |
ἐξ ἧς περέρριφημεν ἀπροσεξίᾳ. | |
εἶτα σπαράξας τὴν πάλαι λεβηθρίδα | |
νέος δέδειξαι φωτοπλήσιος λύχνος Ὡς ὁ Πρόδρομος | |
τὸν φωτοποιὸν Χριστὸν ἐσδεδραγμένος, | |
οὗ καὶ προθύμως ἠκολούθησας, πάτερ, Ὡς ὁ Πέτρος | |
κόσμου διαδρὰς τὰς πικρὰς περιστάσεις, | |
ἄρας δ᾽ ἐπόμων σωτηρικὴν παντευχίαν. Ὡς ὁ Παῦλος | |
Τὸ χριστόγλωσσον ἐκμιμούμενος στόμα | |
λόγοις βαδίζεις ὡς ποσὶ λεξιδρόμοις˙ | |
κύκλῳ κυκλοῦσι τὴν τετράστοιχον κτήσιν | |
Σιὼν ἀπάκρων μέχρι τῆς γῆς τερμάτων. | |
Διὸ πρεπόντως ἐν φρονήσει πρακτέᾳ | |
βαίνων κατ᾽ ἴχνος τοῦ καλοῦ διδασκάλου, | |
καλῶς πέπηχας σὸν θέμεθλον πρὸς πέτραν, | |
πειραστικῶν ἄσειστον ἐκ τῶν ῥευμάτων. | |
Καλῶς τέθνηκας τὴν τεήν σου λυχνίαν | |
στίλβουσαν ἔνδον τοῦ νοὸς τὰς οἰκίας. | |
Καλῶς καθ᾽ ὥραν προσδοκῶν σου δεσπότην | |
ἄοκνος ὤφθης καρτερῶν ἐγρηγόρως. | |
Καλῶς μάχαιραν τὴν διάκρισιν λάβες | |
ῥίσσουσαν ὀρμὰς καὶ πλοκὰς τῶν σκανδάλων. | |
Καλῶς ὑποστὰς τὸν κόπον τῆς ἡμέρας | |
πλήρης δέδεξαι μισθὸν ὡς καλεργάτης. | |
Καλῶς καταστὰς σῖτον μέτρης του λόγου | |
νέμεις ἑκάστῳ προφόρως τὰς ἐκβάσεις. | |
Καλῶς τὸ δῶρον τοῦ ταλάντου δεγμένος | |
πεπραγμάτευσε κερματίζων ἐνδίπλως. | |
Καλῶς δὲ πάσσων ἁλσὶ νοστίμων λόγων | |
τοὺς ἐκσαπέντας, ἡδονὰς ἀποστύφεις. | |
Καλῶς βεβληκὼς τὴν σαγήνην εἰς ἅλα | |
ἰχθῦς ἀγρεύεις κοσμικοὺς παμποικίλους. | |
Καλῶς ἀλευρόφυρτον ὡς τρισὶ σάτοις | |
ζύμην πέρφυκας σῇ τριμοίρω καρδίᾳ. | |
Καλῶς τὸν ἀγρόκρυπτον εὑρικώς, μάκαρ, | |
θησαυρὸν ἐξώνησας ὀλβακτησίᾳ. | |
Καλῶς δ᾽ ἀνάψας ψυχικὴν σὴν λαμπάδα | |
τῷ νυμφίῳ σύνελθε λαμπαδηφόρως, | |
ἐν τῷ κοιτώνι τῆς ἀλίκτου παστάδος | |
ἔνθα πρόσεστιν ἡ καλὴ κατοικία | |
ἡ παγγέραστος καὶ μονή αἰωνία˙ | |
ἐν ᾧ χορεύων καὶ τρυφῶν σὺν ἀγγέλοις | |
μνήσθητι τοῦ σοῦ μικροδούλου τοῦ τάδε, | |
Ἀρσενίου ξύσαντος ἐμπύρῳ πόθῳ, | |
σῇ πρὸς τὸ θεῖον εὐκτικῇ παρρησίᾳ. |
Type(s) | [5282] Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα (130 verses) |
Text source | P. Odorico 1988, La sanzione del poeta: Antioco di S. Saba e un nuovo carme di Arsenio di Pantelleria, Byzantinoslavica, 49(1), 1-22: 14-16 |
Text status | Text completely known |
Date | 12th c. |
Manuscript | VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 134 (coll. 472) [12th c.] |
Place in Manuscript | f. 191r-193v |
Contextual information | The ff. 4r-187v contain the Pandektes of Antiochus the Monk. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Author-related epigram |
Subject(s) | |
Bibliography | |
Number of verses | 130 |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/22114 |
Last modified: 2020-01-28.