Occurrence 21939
(formerly occ/5807)
Τοῦ χρηματίσαντος Λογοθέτου τῶν Ἀγελῶν στίχοι περὶ τ(ῆς) ἐπιγραφῆς κ(αὶ) τ(ῆς) βουλλῆς | |
Ἐκ βασιλικῆς προσταγῆς εὐσυνέτου | |
Μιχαὴλ τρισάνακτος Ἀγγελωνύμου | |
Παλαιολόγου Κομνηνοβλάστου κλάδου | |
Μαλιασηνὸς Κομνηνὸς Ἰωάσαφ, | |
Ἀθροίσας εἰς ἓν τῶν μονῶν τῶν ἰδίων | |
Τὰ χρυσόβουλλα σὺν ὁρισμοῖς κοσμίως | |
Καὶ πατριαρχῶν ὑπομνήμασιν ἔτι. | |
Οὐκ ἔσχεν αὐτοῖς τὴν χέρα βασιλέως | |
Ἐρυθροβάφῳ δεξιᾷ σημασίᾳ | |
Βεβαιότητα παρέχουσαν ἀξίαν. | |
Ὀ γὰρ θάνατος ἐξάπινα προφθάσας | |
Ἥρπασεν ἐκ γῆς τὸν σοφὸν βασιλέα. | |
Ὁ τοῦ δε γοῦν γνήσιος υἱὸς τρισάναξ | |
Μέγιστος Ἀνδρόνικος Ῥωμαίων κράτος | |
Ὁ πάντα γλυκὺς εὐσεβὴς αὐτοκράτωρ | |
Κῦρος παρασχὼν τοῖς γεγραμμένοις λόγοις | |
Ἐρυθρομόρφοις ὑπεσήμανε χρόαις | |
Τῆς κλήσεώς τε τῆς ἑῆς σημασίᾳ | |
Ἔθει βεβαίῳ τῶν σοφῶν βασιλέων. |
Last modified: 2022-03-01.