Occurrence 21744
(formerly occ/5599)
τὴν βίβλον εἴ τις τῆνδε τοῦ χρυσοστόμου: | |
καὶ χρυσολαμποῦς καὶ διαυγοῦς ποιμένος: | |
πιστῶς διέλθοι καὶ φιλευσεβῶς ἅμα: | |
εἰς νοῦν βαθύνει τῶν σοφῶν συνταγμάτων: | |
καὶ πρὸς λόγων ἄβυσσον ἢ νοημάτων: | |
τὴν γλῶτταν ὡς ἄγκιστρον ἐγκαθελκύσει: | |
θησαυρὸν εὕροι μὴ ῥέοντα τῶ χρόνω: | |
τὸν μαργαρίτην ἔνδοθεν κεκτημένον: | |
ψυχὰς πενιχρὰς τὸν τελοῦντα πλουσίως: | |
τὴν γνῶσιν αὐγάζοντα τὴν ὑπὲρ φύσιν: | |
τὴν πίστιν ἀστράπτοντα πάση τῆ κτίσει: | |
τὸ κάλλος ἐκλάμποντα τῶν διδαγμάτων: | |
τὸ κέρδος ἐκφαίνοντα τὸ ψυχοτρόφον: |
Last modified: 2020-09-07.