Occurrence 21315
(formerly occ/5096)

+ Τίς ὁ θρασυνθεις πρῶτο(ς) εἰπεῖν τοὺς λόγους
ἥκιστα τούτους ἀναγινωσκομένους·
τίς κοσμολαμπὲς φῶς καλύπτει γωνίαι·
τίς ἀστέρας λάμποντας ἐγκρύπτει νέφει·
τίς μαργάρους στίλβοντας εἰς γὴν χωννύει·
φεῦ κλήσεως μὲν βασκάνον ψευδωνόμον·
εἰ δ’ ἔργον εἶχε ζημίας παγκοσμίου·
νῦν δ’ οὐ γάρ ἐστιν ἔργον, ἀλλ’ ἄλλως λόγος·
το φῶς ὁράσθω φαῖνον ἐν τῆι λυχνίαι·
πᾶσι προκείσθω· πᾶσι κοινῆι λαμπέτω·
ὅσοι βλέπειν ἔχουσι τῶν ἄλλων πλέον·
ὡς εἴθε πάντες εἶχον εἰδέναι τάδε·
εἴθε προσεῖχον τοῖς δε πάντες τοῖς λόγοις·
οὕτω γὰρ ἂν πρόχειρο(ς) ἡ σ(ωτη)ρία
παρῆν ἅπασιν ἐκ μιᾶς ταύτης βίβλου·
ἐῶ γὰρ εἰπεῖν ὡς σοφοὺς ποιεῖ μόνη·
ἀρκοῦσα πρὸ(ς) παίδευσιν ἀν(θρώπ)οις ὅλην·
πλήρης μέν ἐστι δογμάτ(ων) ἀποκρύφων·
πλήρης δὲ θείων και σοφῶν μυστηρίων·
πλήρης δὲ χρηστῶν ἠθικῶν διδαγμάτ(ων)·
πλήρης δὲ κομψῶν τεχνικῶν μαθημάτ(ων)·
μεσεῖον αὐτόχρημα γνῶσιν ἐμπνέον·
ταύτης (...) μεμπτὸν τὴν γραφὴν καταρτίσας,
πολλοῖς τρυφὴν προύθηκα μὴ κενουμένην·
Type(s) [4749] Τίς ὁ θρασυνθεὶς πρῶτος εἰπεῖν τοὺς λόγους (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 10th-11th c.
Manuscript MUNICH - Bayerische Staatsbibliothek - gr. 448 [10th-11th c.]
Place in Manuscript f. 1v
Palaeographical information Hardt (1810: 402): 'In primo autem folio membracaneo haec praemissa sunt, quae sequuntur'.
Contextual information The epigram precedes the Orations of Gregorios of Nazianzos.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) https://daten.digitale-sammlungen.de/0010/bsb00109207/images/index.html?id=00109207&groesser=&fip=eayawxseayayztsewqxdsydsdaseneayasdasewq&no=&seite=8
Bibliography
Number of verses 24
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21315
Last modified: 2022-09-16.