| ·:· ἐν οἷς πάρεισι ποικιλόγνωμοι τρόποι | |
| ἢ κακιῶν ἤθη τε (καὶ) χαρισμάτων, | |
| οὐ πάντα τούτων πρὸς τὸ κρεῖττ(ον) γνωρίσ(εις), | |
| εἴπερ σχέσιν βούλοιο τούτων λαμβαν(ειν)· | |
| ἀλλ' ἔστι χρῆσθαι διαμαρτί(ας) δίχα, | |
| εἰ πρὸ(ς) τὸ κρεῖττον κατανεύσ(εις) τοῦ τρόπου· | |
| τὸ δ' αὐ σκολιὸν ἀποπέμψ(εις) ἐκθύμ(ως)· | |
| οὕτω γὰρ ἴδοις (καὶ) τὸν ἔχθιστον ὄφιν | |
| σαρκῶν φιλεῖσθαι τ(οῖς) βροτ(οῖς) χάρ(ιν) μόν(ον), | |
| ὅτι κακί(ας) ἐξιῶντ(αι) φαρμάκων· | |
| τοῦ δ' αὖ δόλου χάριν τε (καὶ) τ(ῆς) μανί(ας) | |
| αὐτὸν μιθεῖσθαι (καὶ) διώκεσθ(αι) πάλ(ιν)· | |
| Εἰ γοῦν ἀρίστως ὁ τρόπος τ(ῆς) εἰκόνος | |
| ἐμοὶ δοκεῖται κατασθέσθαι τ(ὸν) λόγον· | |
| τίς μοι νῦν αὐτῶ μῶμ(ον) ἀντεισαγάγει | |
| ποθοῦντι γνώμ(ας) τ(ῶν) σοφ(ῶν) παιδευμάτ(ων) | |
| ἃς ὁ κλειτὸς πλούταρχος εὖ διαγραφων· | |
| καὶ τήνδε βίβλον συντήθεικε γνησί(ως) | |
| ἄλλ' ὡς μισεῖσθαι παρ' ἐμοὶ δεδειγμένος | |
| ὅτι κορεσθεὶς τ(ῆς) σοφῆς πανδαισί(ας) | |
| καὶ τῶν λογικῶν ἀπολαύσας χαρίτ(ων), | |
| οὔκουν πρὸ(ς) αὐτὸν τ(ῶν) χαρίτ(ων) τ(ὸν) δότην, | |
| φθάνει προτεῖναι ψυχικ(ὰς) λαμπηδόν(ας)· | |
| πρ(ὸ)ς (δὲ) κτισμάτ(ων) ἀπονεύει τ(ὴν) μίαν· | |
| θεοὺς νομίσας τὰ θ(ε)ῶ πεπλασμένα· | |
| ἐφ ὠ μισεῖσθαι καθορᾶται γνησίως· | |
| τῶν δὲ γραφῶν χάριν τε καὶ σοφισμάτ(ων) | |
| δοκεῖ φιλεῖσθαι τοῖς ποθοῦσιν (ὡς) ἔφην· | |
| ἐξ ὧν προήκ(εν) ἠθικῶν διδαγμάτ(ων)· | |
| δι' ὧν ἰθύνει ψυχικ(ὰς) εὐταξίας· | |
| ἐν οἷς κολάζει τῶν παθ(ῶν) τ(ὰς) εὐστάσ(εις)· | |
| βίους ἰθύνων (καὶ) φρενῶν διαρτί(ας) | |
| λόγους ἐπαύξων καὶ καλ(ῶν) τ(ὰς) ἰδέ(ας)· | |
| ἀλλ' οὖν ὅσον πάρεστιν ἐν τούτ(οις) κράτος | |
| ἡ βίβλος αὕτη καθαρῶς ἐμφανίσει, | |
| τῶ νουνεχῶς θέλοντι ταύτ(ων) ἀνύειν | |
| οἷς δὴ νικηθεὶς τοῖς καλοῖς καθὼς ἔφυν, | |
| κἀγὼ τὰ συγγράμματα τούτου συγγράφω | |
| εἰς τήνδε βίβλον ἠθικ(ῶν) διδαγμάτ(ων)· | |
| πᾶσι μ(ὲν) ὅπλον· τῶ πλουτάρχω (δὲ) κλέος:- |
| Type(s) | [4591] Ἐν οἷς πάρεισι ποικιλόγνωμοι τρόποι (40 verses) |
| Text source | DBBE (Autopsy of the manuscript) |
| Text status | Text completely known |
| Date | 1276-1300 |
| Manuscript | MILAN - Biblioteca Ambrosiana M 82 sup. [1276-1300] |
| Place in Manuscript | f. 181r |
| Palaeographical information | Written by a reader, who restores the manuscript and adds this poem. |
| Metre(s) | Dodecasyllable |
| Genre(s) | |
| Subject(s) | Plutarch (1st c. - 2nd c.) |
| Bibliography | |
| Number of verses | 40 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | https://www.dbbe.ugent.be/occurrences/21104 |
Last modified: 2021-02-09.
