Occurrence 21087
(formerly occ/4811)

※ τοῦ αὐτ(οῦ) εἰς ἑαυτόν ※
 
Γεώργιος μὲν τῶνδε τῶν συγγραμμάτων·
Ἤγουν ἰάμβων εὐκρότως ἐσκεμμένων·
Ὁ πισσίδης πέφυκε συγγραφεὺς μέγας·
Τῶν κτισμάτων γὰρ προσβαλὼν ἐχεφρόνως·
Τῆ κοσμία τε καὶ τεταγμένη φύ(σει)·
Ὅπως τὲ τούτων θαυματουργία ξένη·
Ἡ συμπλοκῆς πέφηνεν ἐν διαιρέσει·
Τούτοις ἔσοπτρον τῆς ὑπερνοῦν οὐσίας·
Ὡς παῦλος εἶπεν ἐνδεῶς κεχρημένος·
Τὸν δημιουργὸν εὐσεβῶς ἐδόξασε·
Καὶ τ(ῶ) θ(ε)ῶ προσῆξεν ἐξακηράτου·
Τοῦ κοσμικοῦ λειμῶνος εὐανθὲς στέφος·
Πλέξας ἐν ὕμνοις ποικίλης θεωρίας·
Ἐν ὧ ῥόδον μέν ἐστι μυστικῶ τρόπω·
Ὁ πυρσοφεγγὴς τῶν γραφῶν εὐωδία
Τὸ δ’ αὖ γε λευκὸν καὶ σαφὲς τῶν ῥημάτων·
Τὸ στιλπνὸν εἶδο(ς) εἰκονίζει τοῦ κρίνου·
Τὸ τίμιον δὲ τῶν νοημάτων βάθος·
Τὸ πορφυραυγὲς ἴον εἰκότως γράφ(ει)·
Καὶ τὸν παράδεισον τῆς ἐδὲμ μιμουμ(έ)ν(η)·
Ἡ νῦν παροῦσα συγγραφὴ τῶν σκεμμάτων·
Τὸ θεῖον ἱστόρησε τῆς ζωῆς ξύλον·
Ἐν διεξόδοις τῆς γραφῆς τῶν ὀμμάτων·
Τὸν καρπὸν ἡμῖν τῶν λόγων ἀναβρύων
Τῶ δὲ κτήσαντι πάντα τὸν κόσμον λόγω·
Ὅσος μέν ἐστι ληπτὸς αἰσθήσει θέας
Ὅσος δὲ τοῦ νοῦ προσβο(λαῖς) γινώσκεται·
Τῶ τῶν ὅλων σ(ωτή)ρι καὶ τῶν ἐνθέων
Χαρισμάτων δοτῆρι καὶ τοὺς ἀξίους·
Κοσμοῦντι καὶ δεικνῦντι φωστήρων δίκην·
Τοὺς τῆι ζοφώσει τῶν παθῶν πεφυρμένους·
Χ(ριστο)ῦ χάρις καὶ δόξα τιμὴ καὶ κράτος·
Σὺν τῶ προόντι π(ατ)ρὶ καὶ πν(εύματ)ι:-
Type(s) [5498] Γεώργιος μὲν τῶνδε τῶν συγγραμμάτων (33 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 12th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 690 [12th c.]
Place in Manuscript f. 45v
Palaeographical information Written in two columns, to be read horizontally.
Contextual information The epigram follows immediately after the Hexaemeron by George of Pisidia.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment Lauxtermann (2003: 199): 'In two manuscripts we find at the end of the Hexaemeron a longwinded epigram exalting its author, George of Pisidia. In Par. gr. 1302 (s. XIII) the epigram is anonymous; in Par. Suppl. gr. 690 (s. XII) it bears the heading: τοῦ αὐτοῦ εἰς ἑαυτόν ("by the same on himself"). There can be no doubt that this lemma is incorrect'.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b525102118/f98.item
Bibliography
Number of verses 33
Related occurrence(s) [21086] Γεώργιος μὲν τῶνδε τῶν συγγραμμάτ(ων)
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1302 (f. 246r)
(34 verses) (33/33)
Acknowledgements Information on the occurrence courtesy of Nina Sietis.

Creator(s)
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/21087
Last modified: 2020-11-18.