| + ἕτεροι εἰς τὸν μέγαν γρηγό(ριον) τον θεολογον, ἡρωελεγεῖοι :~ | |
| θεολογίης μέγα κάρτος ἀείσομαι ἁγνὸν ἱερῆα· | |
| γρηγόριον ῥώμης ποιμένα κουροτέρης· | |
| ῥητροσύνης κύδος, ἠὺ πυρὸς μένος ἀττικοῖο. | |
| πνείοντα· κρατερῆς εὖχος ἐπογραφίης· | |
| παντοδαπῆς σοφίης ἐπ᾽ ἀπείρονα κύκλα κιόντα· | |
| τῆς νέον ἡμετέρης· καὶ ποτὲ ἡμετέρης. || | |
| παρθενίης μέγα χαῖρ᾽ ἐπιήρατε νυμφίε νύμφης· | |
| ἣ πρὸ μὲν ἐν τριάδι· καί τ᾽ ἀύλοισι νόοις· | |
| (καὶ) καθαρῇσι τρίτον ψυχαῖς ἐπιμίγνυται ἀνδρῶν· | |
| σὸν δὲ γέγηθε πλέον ἀμφιέπουσα λέχος. | |
| χριστιανῶν λάχεος χαῖρε πρόμε· πίστιος ἕρμα· | |
| ὑψηχὲ τριάδος στέντορ ὑπερμενέος· | |
| πῆμ᾽ ὀλοὸν μανίης ἀδινάων αἱρεσιάων· | |
| πῆμα σαβελλείας· πῆμα μακηδονίου; | |
| πῆμα τμηξιθέου ὀλοόφρονος ἀνδρὸς ἀρείου· | |
| ὃς θεότητα τάμεν· σοῖς δ᾽ ἀπέτμαγε λόγοις. | |
| χαῖρε λόγων μελέδηνα· λαλοῦν ἀφίδρυμα σοφίης· | |
| ζωὸν ἄγαλμ᾽ ἐπέων· καί τε λογογραφίης· | |
| σκιρτητὰ· πενθῆτορ· ἁπάντεσι παντὸς ἀνάσσων· | |
| τριάδα μὲν πνείων· τριάδι δ᾽ ἐκλαλέων· | |
| τριάδι δὲ ζώων· τριάδος δ᾽ ὑπὲρ ἧτορ ὀλέσκων· | |
| ἧ σὺ μὲν ἀμφὶ πόλω ἄρτι πάρεδρος ἔης· | |
| ἡμῖν δ᾽ ὥς τε μέλισσα καλὸν μέλι κάλλιπες ὧδε· | |
| σοὺς τὲ λόγον ἑτέρους, κ(αὶ) τὸ ἔμελλεν ἄρα : + |
Last modified: 2022-12-15.
