Occurrence 20541
(formerly occ/4205)

στίχοι ἰαμβικοὶ εἰς τὴν βίβλον ταύτην
 
μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία,
ἐκκλησί(ας) (...)σμα (καὶ) βάσις ξένη·
ἡ κατὰ παθ(ῶν) ἥ δε πυκτὶς ὀλβία,
ἀσὰν ἀρίστου καὶ κωνσταντ(ί)ν(ου) δίου·
(...)ιδάσκαλος δὲ τῶν θ(εο)ῦ προσταγμάτ(ων)·
(...)ρτον νόων τρέφουσα τοὺς δαιτυμόν(ας)·
(...)ναιρετικὴ πνευμάτ(ων) ἀπαισίων,
πνέουσα δειν(ὸν) κατὰ βλασφήμων ξίφος·
ἄνθρωπε λοιπ(ὸν) ἐκκρόφησαι ναμάτων.
δι᾽ ὧν τύχοις ἄντικρυς ἐνθέ(ων) τρίβων·
σαφῶς ἐν αὐτῇ τῇ θεοπνεύστω βίβλω,
καθὼς διδάσκει μυστικωτάτω τρόπω:
καὶ τὴν λύσιν θέλων γε τῶν ἐπταισμέν(ων)
ἡ μυστικῆς τράπεζα τ(ῆς) καρυκίας·
ἡ μυσταγωγὸς πνευμάτ(ων) τῶν ἐνθέ(ων)·
αὑτη κατηγλάισε μαρτύρ(ων) στίφη·
αὕτη κατηδάφισε δαιμόν(ων) θράση·
ὑφ᾽ ἧς διδαχθεὶς ἐκφύγεις τὰ βλαπτέα·
εὕρεις γὰρ εἰσήγησιν ἐνθέ(ων) λόγων.
νίκας ἱερῶν μαρτύρ(ων) ὑπερτάτων
τριάδος ἐξήγησιν ἀκριβεστάτην·
(...)ῦ λόγου σάρκωσιν ἀρρητοτρόπ(ως)·
καὶ θρην(εῖ)ν ἀδὰμ (καὶ) ταλαιπώρ(ου) βί(ου)·
τούτων ἀκέστωρ ὁ χρυσοῦς μοι δεσπότ(ης),
καὶ φῶς δαδουχῶν τ(ῶν) ψυχ(ῶν) τ(ὴν) πικρί(αν),
καὶ δογμάτ(ων) πέλαγος ἀφθόν(ως) γέμων.
σοφοῦ παρ᾽ ἀνδρὸς ἐκτεθεῖσα πανσόφ(ως),
κατ᾽ αἱρετικ(ῶν) φάσγανον τεθηγμένον·
ῥέουσα πηγὴ μυστικ(ὴν) πανδαισίαν,
κινύρα τ(οῦ) πν(εύματο)ς ἐμμελεστάτη·
δι᾽ ἧς θ(εο)ῦ κήρυξις ἀκριβεστάτη,
βάθρον δὲ τοῖς θέλουσι τ(ὴν) σωτηρίαν.
ἀφ᾽ ὧν ὁ πιῶν, οὐχ ἁλίσκεται μόρω·
ἐξ ὧν διδαχθεὶς τὰ συνοίσοντα ξένως·
ὀρθῶς ὁδεύσεις (καὶ) βιώσεις ἐνθέως.
ὁ γὰρ ψυχικὰς ἐκφυγεῖν χρῆν(αι) βλάβ(ας),
ἰδοὺ προφανὴς ἡ βίβλος σωτηρία.
ἡ πρὸς πόλον φέρουσα (καὶ) θεὸν τρίβος·
καὶ πνευμάτ(ων) μάχαιρα τῶν ἐναντί(ων)·
αὕτη κατηγλάισε δογμάτ(ων) φύσιν.
διδάσκαλος γὰρ ἀρετῆς καὶ κακίας,
τοὺς δ᾽ ἀρετῆς στέρξειας ἐνθέους τρόπους:
βουλὰς τὸ φυγεῖν τ(οῦ) διαβόλου πάθ(...).
ἔτυχον οὐκ ἔτυχον αὐτῆς ἐλπίδος·
ῥήσεις προφητ(ων) ὑποφητ(ων) ἁγίων·
μυστηρί(ων) ἔμφασιν ἀκραιφνῆ ξένην·
καὶ δογμάτ(ων) δήλωσ(ιν) ἠγνοημένων·
ᾧ κλῆσις ἀσὰν εὐσεβὴς κωνσταντῖνος:
Type(s) [4267] Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία (48 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1301-1425
Manuscript ATHOS - Mone Batopediou 32 [1401-1425]
Place in Manuscript f. 297r
Palaeographical information Written in black ink. First letter of each verse written in red ink.
Contextual information It follows the Orations of Constantine Asan.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Comment The epigram is followed by: Τέλος τῶν ἰαμβικῶν στίχων τῆς βίβλου ταύτης (Lamberz 2006: 141).
Bibliography
Number of verses 48
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20541
Last modified: 2025-05-07.