Occurrence 20484
(formerly occ/4147)
Ἔχων με φρουρὸν μἡ πτοοῦ κτύπους φόβων | |
καυτὴρ γάρ εἰμὶ φρικτοειδὴς δαιμόνων | |
ἐφ' ᾧ τυποῦμαι χώραν οὐ σατὰν ἔχει. | |
καθεῖλον γάρ τὸ κράτος αὐτοῦ παντάπαξ. | |
τύπον δὲ δέρκων τοῦ θεοπλόκου ξύλου. | |
σταυρέ φῶς μου λάμπε μοι παντὶ τῷ χρόνῳ | |
πόρρω διώκων τῆς ψυχῆς μου τὸ σκότος. | |
ἐν τῷ δε χεῖρας ἐξαπλοὺς ὁ δεσπότης. | |
ρύει κόσμον ἐκ βάθρου τῶν πταισμάτων. | |
χαίροις τρόπαιον τῆς ἄνω πανευτυχίας. | |
ἐν σοὶ τέτραπται πᾶσα δαιμόνων φάλαγξ. | |
χαίροις μοναστῶν παντέλαφρον φορτίον. | |
ἐν σοὶ γάρ αὐτοῖς κοῦφος ὁ Χριστοῦ δρόμος. | |
σταυρὸς μοναστῶν εὔδρομος σωτηρία. | |
σταυρὸς φιλούντων ἔνθεος πορνοκτόνος. | |
χαίροις φυλακτὴρ οὕς παρεδρεύσεις τόπους. | |
σκέποις ἄσινον τοὺς μένοντας ἐνθάδε. |
Last modified: 2014-01-31.