Occurrence 19838
(formerly occ/3420)
Ἕτεροι εἰς τὴν αὐτ(ὴν) βίβλον:· | |
Κλίμαξ προμήκ(ης) καθορᾶτ(αι) μοι ξένη· | |
Ἐκ γῆς πρὸ(ς) ὕψος ἀδύτ(ων) οὐ(ρα)νίων, | |
Βροτ(οὺς) φέρουσα· κ(αὶ) τίς ἡ κλίμαξ λέγε· | |
Οὐκ ἀσφαλὴς ἡ πεῦσ(ις). ἀλλ’ ἔτι διασάφει· | |
Μή γαρ κλίμακα τ(ὴν) ἰακώβ μοι λέγεις, | |
Τὴν κ(α)τάγουσ(αν) ἀγγέλ(ους) οὐ(ραν)όθεν, | |
Βροτ(ῶν) παλαιστὰς τ(ῆς) χοϊκῆς οὐσίας·, | |
Οὔκουν ἐκείν(ην) ἥν δ’ ἀνιστᾶ τεχνίτ(ης), | |
Ἐκ τῆς καθ’ ἕξιν μυστικῆς λεπτουργίας, | |
Τῶ τῆς ἐπιστήμ(ης) τε καθηδρασμ(έν)ω, | |
Εἰς ἀκρότητα τῆς τεχνουργί(ας) φθάσ(ας)· | |
Ἧς τὴν κεφαλ(ὴν) ἑδράσ(ας) μέχρι πόλου. | |
Πηξάμ(εν)ός τε τὰς βάσ(εις) πανευστόχως, | |
Βάσιμ(ον) αὐτ(ὴν) τ(οῖς) βροτ(οῖς) σχεδιάσ(ας), | |
Τὴν ἀνάβασιν εὐχερῆ προδεικνύει:· |
Last modified: 2022-12-13.