Occurrence 19743
(formerly occ/3292)

※ ὦ τῶν μεγίστων ἐργεπεῖκτα· σκαμμάτων·
τὸν πρὶν ἐκεῖνον ζωγραφῶν εὐρυσθέα
κ' ἂν, οὐκ ἀμισθὶ τοὺς ἀγῶνας προτρέπης.
δώροις δὲ συχνοῖς νῦν ἐλαύνεις πρὸς πόνους,
δέξαι τὸν ἆθλον ἐντελῆ πεφηνότα·
ὁ, σός γαρ αὐτὸν ἡρακλῆς ὡς προὐτράπη,
δείκνυσι· τανῦν ἐμφανῶς ἠνυσμένον
τρέσης δὲ μηδέν· μὴ προπέμψης κοπρέα,
τούτου θεατήν: προστατοῦντα τῶν πόνων:
οὐ, κάπρο(ς) ἐστὶν ἐνθαδὶ, ζῶν ἠγμένος.
ῥέγχων παρ' ὤμοις: οὐ, λέων πεπνιγμένος·
ὕδρας, κεφαλὰς νῦν οὐχ ὁρᾶς τετμημέν(ας)·
οὐ, νεκρὸς οὐδεὶς ἠνεμωμένος δρόμοις·
οὐδ’ ἀρκάδων ὄρνιθες· ἐκφυὲς τέρας·
ὁμοῦ τὲ, τόξον· καὶ πτερόν δε καὶ βέλος·
οὐ, ζῶμα: κόπρο(ς): οὐδὲ, ταῦρος πῦρ πνέων:
οὐ, θρᾷξ τίς ἵππο(ς)· αἷμα χόρτον ἐσθίων: ||
οὐ, φοίνιαι βοῦς: μῆλα: τρίκρανος κύων:
τοιοῦτον οὐδὲν ἐνθαδὶ, καινὸν τέρας:
πένταθλο(ς) ἐστὶ ῥητόρων ἠνυσμένος·
ὃν τερματώσας ἡρακλῆς σὸς, δεικνύει·
τῶν σῶν κελεύσει προσταγῶν πεπεισμένο(ς):
δέχου δὲ, τοῦτον (καὶ) παρὼν αὐτὸς, βλέπε·
ῥήτωρ, ἐλέγχων ῥητορεύοντας πόνους +
Type(s) [3809] Ὦ τῶν μεγίστων ἐργεπεῖκτα σκαμμάτων (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1151-1200
Manuscript LEIDEN - Bibliotheek der Rijksuniversiteit - Voss. gr. Q° 1 [1151-1200]
Place in Manuscript f. 211v-212r
Palaeographical information The initial letter is written in red ink.
Contextual information The poem is preceded by another book epigram. They are written at the end of the commentary on the four treatises by Hermogenes and precede Tzetzes' Logismoi.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment Meyier (1955: 93) gives only the incipit and the desinit.
Bibliography
Number of verses 24
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/19743
Last modified: 2024-11-04.