Occurrence 19529
(formerly occ/3024)

+τοῦ παχυμέρη+
 
+ φύσιος ἥψαο ἀκαμάτοισι νόοιο μενοιναῖς,
ἅτε τελῆεν σχὼν κέαρ ἐν νοῒ. σῶμά τε φύσει
ὅσσά τε καπύφσιν, ὥσπερ ἑὴν φύσιν οὔτοι ἀπέδρα,
(ὡς) σὸς ἀλυκτοπέδας οὐκ ἔφυγεν, ὥστ᾽ ἐγένοντο·
ὣς τὲ γεγῶτ᾽ ἔνι· καὶ ὡς φθιτῆς ἔμμορε μοίρης.
ταῦτ᾽ ἄρα θείαις μή τισι φύσιος ὄντα ἄποινα,
αἰὲν ἀθύρματ᾽ ἔασσι παλιμπλάγκτοιο χρόνοιο·
σεῖο δ᾽ ἐπιφροσύνης, πυκινὰ σπουδάσματα κλυτά·
μετρεῖ ταῦτα φύσις· μετρεῖ χρόνος· οὐδὲ σὲ λήθει,
μέτρον ἔχοντα χέρεσσιν ἀειμνήστοιο σοφίης,
ἄτὰρ ἔγνως ἔγνως, και ὅσ᾽ οὐκ ἔδαέν γε βέβηλοι·
καί γε τὸ, σῆς σφεδανῆς διζήσιος, ἄθλον ἀπηῦρ(ας)·
εὗρες καὶ πόλον, οὔτι γ᾽ ἔρημον ἐόντα προνοίης·
εὗρες νώνυμον ἀίδιον κράτος ἀμερὲς αἰὲν
ὡσαύτ(ως) ἔχον· ἠδ᾽ ἀκίνητον ὑπ᾽ οὐδενὸς ἄλκαρ
ἐκτὸς ἐὸν πόνου· ὡς δὲ πάσης μεταβλήσιος ἔξω.
καί ἑ καθίζεις ἄνω ὅπου τιμιώτατον αὐτῶ.
στῆθι· πέρα μὴ ζήτεε, ἄβατόν ἐστι τὸ πόρσω·
καὶ γε σοφοῖς πᾶσι καί γ᾽ ἀσόφ(οις)· κενὸς ὅς γε μαστεύσει
ἠύτε σύ δε σοφὸς, σοφίης μέτρα οἶσθα βροτείης·
καὶ οἱ προσκύρσ(ας) ὅσ᾽ ἐρύματ᾽ ἀδηρίτῳ ἔστης
στήσω γραφίδα καὐτὸς ἄρ᾽ ἐνθάδε ἠύτε κώπαν
ἅλα διερχόμ(εν)ος μειλίγματ᾽ ἄγων πνοιῶν σῶν. ||
ὅττι κινῶν ἔστης, ἀμενηνὸ(ς) ἐγὼ γεγαώς τις
πλεῖον ἔχων ἢ σὺ, ὕμνον ἄνειν π(ατ)ρὶ ἁπάντων.
ταῦτ᾽ ἄρα σοὶ χριστώνυμος ἱερὸς αἰὲν ἀλιτρὸς
ἀχρεῖόν τε γεώργιον, ἀλλ᾽ ἀγαθοῖο φυτουργοῦ·
καὶ πάχος οὖλος· ὕλη τ᾽οὐκ ἐκ μέρεος πλέα αἴσχους
ἡμμενὸς ὀφφικίων ἱερῶν ῥιπαῖσιν ἀχράντοις.
καί γε φέρων ἐν ἱρῶ μεγάλω πρωτέκδικον αὖχος,
ἔκδικος οὔποτε δειχθεὶς πρώτης εἰκόνος ἀμῆς·
καὶ φυλακήν γε δικαίου πιστευθεὶς ἐν ἀνάκτων,
οὔποτ᾽ ἐμαυτὸν ἀπ᾽ ἐχθρῶν δικάσας ὀλετήρων +
Type(s) [3602] Φύσιος ἥψαο ἀκαμάτοισι νόοιο μενοιναῖς (33 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 87, Cod. 5 [14th c.]
Place in Manuscript f. 154v-155r
Contextual information The epigram is written at the end of Pachymeres' commentary on Aristoteles' Physics.
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 33
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/19529
Last modified: 2021-01-05.